Morice, Easy Greek Stories, 182. The Water of Inmortality | La bebida de la inmortalidad (1/3)

     βασιλεύς τις ἄλλως τε φιλόδωρος ἦν (· ἐ-φίλουν δῶρα διδόναι)͵ καὶ μάλιστα πρὸς τοὺς φιλοσόφους (δηλονότι· οὐ μόνον πρὸς πάντας, ἀλλὰ μάλιστα πρὸς τοὺς φιλοσόφους).

     ἀλλ’ οὐκ εὖ ἐπιστάμενος διακρίνειν τοὺς ὡς ἀληθῶς σοφοὺς ὄντας, καὶ τοὺς δοκοῦντας (δοκέω· φαίνομαι) μὲν εἶναι τοιούτους, ὄντας δὲ μὴ, διὰ ταῦτα ὑπ’ ἀλαζόνων* πολλάκις ἐξ-ηπατήθη (ἐξ-ἀπατάω < ἀπάτη· δόλος).

ἀλαζών

     πρὸς τοῦτον οὖν ποτε προς-ελθὼν ἀγύρτης* τις͵ καὶ βουλόμενός τι παρ’ αὐτοῦ λαμβάνειν, ἐ-δίδου αὐτῷ πῶμα (< πίνω), φάσκων ὡς ἐὰν γεύσηταί τις τούτου, ἀθάνατος εὐθὺς γενήσεται.

ἀγύρτης: πτωχὸς, ἀπατεών < ἀπάτη

     ὁ δὲ βασιλεὺς  δεξάμενος τὸ πῶμα ἔ-μελλε πίνειν, οἰόμενος τὸν ἄνθρωπον ἀληθῆ λέγειν.

     αἰσθόμενος δὲ ταῦτα συνετός (· σοφός) τις βουλευτὴς (ὃς δίδωσι λόγους καὶ βουλὰς τῷ βασιλεῖ), καὶ τήν κύλικα ἐκ τῆς τοῦ ἀγύρτος χειρὸς ἀπροσδοκήτως (· ἐξαίφνης) ἀν-αρπάσας (< ἁρπάζω : Lat. rapio), αὐτὸς τοῦ πώματος ἀπ-ε-γεύσατο.

ἡ γυνὴ γεύεται τοῦ οἴνου ἐκ τῆς κύλικος 




Morice, Easy Greek Stories. 181. Una vejez en forma (2/2)

     ἀκουσάντες δὲ τὰ περὶ τοῦ γέροντος, βραχὺ μέν τι πάντες ἐ-σιώπησαν (σιωπάω· οὐδὲν λέγω) θαυμάζοντες, μετὰ δὲ ταῦτα ἄλλος τις Βοιωτὸς βουλόμενος ἐκεῖνον ὑπερ-βάλλειν (· πρότερον ἐκείνου εἶναι, ὑπερέχειν) ἔ-λεξε (· εἶπε) τοιάδε.

     «ἀλλ’, ὦ φίλτατε, ὁμολογῶ ὅτι ἐκεῖνα, ἃ σὺ εἴρηκας (< λέγω· εἴρηκα perf.), ἄξιά ἐστι θαυμάζεσθαι.

     οὐ μὴν ἀλλὰ (· οὕτως οὐκ ἔχει, ἀλλὰ) τόδε μοι δοκεῖ εἶναι θαυμασιώτερον, ὃ περὶ τοῦ ἐμοῦ πατρὸς ἔχω (· δύναμαι) ὑμῖν εἰπεῖν.

     καὶ γὰρ ἐκεῖνος, ὅσον χρόνον ἔ-ζη, ἐ-βάδιζέ τε ἀεὶ ἄνευ βακτηρίας, καὶ τὰ ἄλλα πάνπα ἐ-ποίει, ὅσα περὶ τοῦ γέροντος τοῦ Θηβαίου ὑπὸ σο ἤδη εἴρηται.

     ἦν δὲ ἄν ἤδη ἐκεῖνος ἑκατὸν (C) μάλιστα (Lat. fere, circa) ἐτῶν, εἰ ἔτι ἔ-ζη (cfr.: ἐδίδουν ἂν, εἴ τι εἶχον : Lat. darem, si haberem). 

     ἀλλὰ τεσσαράκοντα (XL) ἔτη ἐστὶν, ἐξ οὗ τέ-θνηκεν!

[λόγος ἐστί Βοιωτίους εἶναι ἀπαιδεύτους καὶ μωρούς...]

Image result for stupid workers

Morice, Easy Greek Stories. 180. Una vejez en forma (1/2)

     Βοιωτοί (ἐκ Βοιωτίας· γῆ ὅμορος τῇ Ἀττικῇ) τινες ἔ-τυχόν ποτε δια-λεγόμενοι περὶ τοῦ γήρως, ὡς οὐχ ὁμοίως πᾶσιν ἐπ-έρχεται, ἀλλ’ οἱ μὲν κατα-γηράσκουσιν ἤδη πρὶν πεντήκοντα (L) ἐτῶν εἶναι, οἱ δὲ αὖ, ἑξήκοντα (LX), καὶ ἑβδομήκοντα (LXX) ἔτη τελέσαντες, δοκοῦσιν (· φαίνονται) ἔτι ἡλικίαν ἔχειν (· ἐν ἀκμῇ εἶναι).

     τεκμήριον (· σημεῖον) δὲ τούτων τις ἀπ-έ-δειξε, φάσκων αὐτὸς ἑ-ορακέναι (< ὁράω) γέροντά τινα Θηβαῖον, ἔχοντα τὴν τοῦ σώματος ῥώμην (ῥώμη· σθένος, ἀλκή) τοσαύτην, ὥστε ἐνενήκοντα (XC) ἐτῶν ὢν ἐ-δύνατο πολλὰ στάδια ἄνευ βακτηρίας βαδίζειν.

Anciano con bastón | Vector Premium
ὁ γέρων βαδίζει βοηθείᾳ βακτερίας 

     «πρὸς δὲ τούτοις,» ἔ-φη, «ὁπότε ἐς συμπόσιόν τι παρα-καλοῖτο, ὑστέρει οὐδενὸς τῶν νεωτέρων τῇ τοῦ δείπνου τέρψει (· πρότερος ἦν, ὑπέρειχε τῶν νεωτέρων τῇ τοῦ δείπνου ἡδονῇ = ἐτέρπετο, ἥδετο τῷ δείπνῳ μᾶλλον ἢ οἱ νεώτεροι).

     εἰ δὲ καὶ πολὺν οἶνον πιὼν τύχοι, οὐδὲν κακὸν ἔ-πασχεν, ἀλλὰ, μεθυσθέντων τῶν ἄλλων, νήφων μόνος οἴκαδε ἀπ-ῄει (ἀπ-έρχομαι)».

Salir de fiesta borracho VS salir de fiesta sobrio
μεθύει ↔ νήφει