ὁ τῶν Φοινίκων βασιλεὺς Φάλανθος ὑπ᾽ Ἰφίκλου τινός ποτε ἐ-πολιορκεῖτο (πολιορκέω· Lat. urbem obsideo).
πολὺν οὖν χρονον τούτῳ ἀντ-εῖχε (ἀντέχω· ὑπομένω), τό τε γὰρ χωρίον ἦν ἰσχυρὸν καὶ τὰ ἐν αὐτῷ σιτία ἱκανὰ πρὸς πολλοὺς μῆνας, ὥστε ἐ-ποιεῖτο ἐν ὀλιγωρίᾳ (ἐν ὀλιγωρίᾳ ποιεῖσθαι = ὀλιγωρεῖν· ἀμελεῖν) τὴν πολιορκίαν.
ἅμα δὲ καὶ χρησμός (· ὅ τι ὁ θεὸς μαντεύεται· Lat. oraculum) τις ἦν, ὡς οἱ Φοίνικες ἕξουσι τὴν χώραν ἕως ἂν κόρακες γένωνται λευκοί.
ἤλπιζεν οὖν εἰκότως οὐδέποτε τοῦτο ἔσεσθαι, ὁ δὲ Ἴφικλος μαθὼν τὸν χρησμὸν ἐ-μηχανήσατο τοιάδε.
θηρεύσας κόρακάς τινας, καὶ γύψῳ* ἀλείψας, ἀφ-ῆκεν (ἀφίημι· ἐάω, οὐ κωλύω τινὰ μὴ οὐκ ἀπελθεῖν) αὐτοὺς ὥστε πέτεσθαι εἰς τὴν πόλιν.
γύψῳ ἀλείφει |
ἰδόντες᾿ οὖν τοὺς κόρακας οἱ Φοίνικες ἠθύμησαν (ἀθυμέω· Lat. animum despondeo), καὶ τὴν πόλιν παρα-δόντες ἐξ-ῆλθον ὑπό-σπονδοι (οἱ πολέμιοι συνθήκην (σπονδήν) ποιοῦνται μετὰ τὴν τῆς πόλεως παράδοσιν).