τούτου ἐ-δεήθη (δέομαί τινος· ἱκετεύω τινα) ζωγράφος ἄλλος εἰς τὴν ἑαυτοῦ οἰκίαν εἰς-ιέναι, ἔ-φη γὰρ βουλέσθαι αὐτὸς γραφήν τινα ἐκείνῳ δεικνύναι, ἥνπερ ἀρτίως (· νεωστί) ἀπο-τε-τέλεκεν.
ἀλλ’ οὐχ ἥσθη (< ἥδομαι) ὁ Μένων τὴν γραφὴν ἰδών. ἦν γὰρ δὴ αἰσχίστη (αἰσχρά· οὐ καλή). ὅμως δὲ σιγὴν εἶχεν, ἵνα μὴ ἐκεῖνον λυποῖ.
ὁ δὲ ἕτερος πρὸς ταῦτα, οἰόμενος τὸν Μένωνα σιγᾶν διὰ θαῦμα καὶ ἡδονὴν, βουλόμενος δὲ ἔτι μᾶλλον ὑπ᾿ ἐκείνου θαυμάζεσθαι, εἶπε σεμνυνόμενος (σεμνύνεται· ἐπαίρει σαυτὸν, ὑψοῦται) «ἀλλ’, ὦ φίλε, ἐν μιᾷ ἡμέρᾳ ταύτην γέ-γραφα».
γελάσας οὖν ὁ Μένων, «θαυμάσια,» ἔ-φη, «λέγεις. ἐγὼ γὰρ οὐδὲ ἐν πεντήκοντα ἔτεσι δυναίμην ἂν ἀπο-τελεῖν ἔργον αἴσχιον.»
No hay comentarios:
Publicar un comentario