Morice, Easy Greek Stories, 164. Historia del hijo ingrato (1/4)

     ἄνθρωπός τις ἔχων μὲν ἡλικίαν (· ἐν ἀκμῇ ὢν) ἦν (< εἰμι)  φιλόπονος καὶ πρὸς πάντα ἔργα χρήσιμος (Lat. validus)· 

     κατα-γηράσας δὲ ἤδη, καὶ οὐκέτι δυνάμενος ἐργασίαν οὐδεμίαν ἐργάζεσθαι, παρὰ τῷ υἱῷ αὐτοῦ καὶ τῇ νυῷ (ἡ νυός· ἡ τοῦ υἱὸς γυνή) τὴν δίαιταν ἔσχεν (τὴν δίαιταν ἔχω· οἰκέω).

     ὡς δὲ γέρων ὤν καὶ ἀσθενὴς, ὁπότε λάβοι τι βορᾶς (ἡ βορά· βρῶσις, τροφή), τοῦτο οὐ ῥᾳδίως τῷ στόματι ἐν-ε-τίθει, ἀλλὰ μεθ-ιεὶς (μεθίημί· ἐάω ἰέναι, ἀμελέω) αὐτὸ πίπτειν εἴα (ἐ-α-ε impf. < ἐάω· οὐ κωλύω), ὥστε ταῦτα ποιῶν πολλάκις μὲν τὴν τράπεζαν, πολλάκις δὲ καὶ τὰ ἑαυτοῦ ἱμάτια ἐ-μίαινεν (μιαίνω· μολύνω, Lat. polluo).



     ἰδόντες δέ οἱ νέοι οἷα ἐκεῖνος πράττει, ὑπὲρ μέτρον ἠγανάκτησαν (ἀγανακτάω· ὀργίζομαι).

     οὐδὲ γὰρ σιτεῖσθαι (σιτέομαι· ἐσθίειν) μεθ᾿ἑαυτῶν τὸν γέροντα οὐκέτι εἴων (< ἐάω)· ἐ-κέλευσαν δὲ αὐτὸν ἐν μυχῷ τινὶ (μυχός· Lat. sinus, recessus) καθήμενον, ἐκεῖ —ἢν (· ἐὰν ) βούληται— μιαρὸν εἶναι...

No hay comentarios:

Publicar un comentario