καὶ ἅμα οὐκ ἠξίουν (ἀξιόω· ἐπιεικές μοι δοκέω; Lat. aequum censeo) τερπνὸν (· ἡδύ) οὐδὲν βρῶμα αὐτῷ παρα-τιθέναι, ἀλλα μέλανα ζωμὸν* καὶ ἄλλα τοιαῦτα εὐτελῆ (εὐτελής : vilis ↔ πολυτελής : pretiosus, carus) ἐδέσματα (ἔδεσμα < ἔδω· σιτίον).
μέλας ζωμός |
ὁ δὲ, ἰδὼν αὐτῶν τὴν ἀχαριστίαν, ἐ-δάκρυε μὲν, ἀλλ᾽ ἐ-ποίει τὰ προς-τασσόμενα. ἔτι δὲ ἀσθενέστερος (ἀσθενής ↔ ἰσχυρός) γενόμενος οὐδὲ τὸ τρύβλιον κατ-έχειν ἐ-δύνατο, ἐξ οὗπερ τὸν ζωμὸν ἔ-πινεν, ἀλλὰ μεθ-ίει (< μεθίημι· ἐάω ἰέναι) καὶ τοῦτο, ὥστε πεσὸν (< πίπτομαι) πολλάκις ἐς γῆν τέλος κατ-ε-θραύσθη*.
τὸ τρύβλιον ἐς γῆν κατ-ε-θραύσθη |
ὀργίσθέντες οὖν ἔτι μᾶλλον οἱ νέοι, καὶ τῷ γέροντι πολλὰ ὀνειδίσαντες (ὀνειδίζω· μέμφομαι; Lat. exprobrare), ξύλινόν τί τρύβλιον ἐ-πρίαντο (πρίαμαι, ἀγοράζω ↔ πωλέω) οὐδὲ ὀβολοῦ ἄξιον.
ἔ-δει δὲ ἄρα τὸ λοιπὸν (ἐκ τοῦ λοιποῦ· ἐκ τούτῳ τῷ χρόνῳ) τὸν γέροντα τούτῳ τῷ τρυβλίῳ χρὴσθαι μόνῳ, ὁπότε δειπνοποιοῖτο.