Stoffel, An Epitome of the New Testament: 173. Jesús aparece a María Magdalena (1/2)

     Ἐπανελθοῦσα ἡ Μαρία Μαγδαληνὴ σὺν Πέτρῳ καὶ Ἰωάννῃ παρέμεινε παρὰ τῷ μνημείῳ (τὸ μνημεῖον· τὸ τάφος) κλαίουσα (< κλαίω· δακρύω). Παρέκυψε (< κύπτω· κλίνω εἰς τὰ πόρρω) καὶ ἐθεώρει δύο ἀγγέλους ἐν λευκοῖς [ἱματίοις] καθεζομένους, ἕνα (· ἕτερον) πρὸς τῇ κεφαλῇ, καὶ ἕνα (ἕτερον) πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο (< κεῖμαι) τὸ σῶμα τοῦ Ἰησοῦ.
Οὗτοι ἔλεγον αὐτῇ· 

    «Γύναι, τί κλαίεις;»
    «῞Οτι, ―ἀπεκρίθη κλαίουσα―, ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.

Mary of Magdala&#39;s profound connection to Jesus shows us ...



     Ταῦτ’ εἰποῦσα ἐστράφη (< στρέφω) εἰς τὰ ὀπίσω καὶ ἐθεώρει τὸν Ἰησοῦν ἑστῶτα (Lat. stantem) ἔμπροσθεν αὐτῆς· καὶ δοκοῦσα ὅτι ὁ κηπουρός (· ὁ φύλαξ τοῦ κήπου) ἐστιν ἔλεγε·

    «Κύριε, εἰ σὺ ἐβάστασας (βαστάζω· φέρω) αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ (= καὶ ἐγὼ) αὐτὸν ἀρῶ»...



    

Stoffel, An Epitome of the New Testament: 172. Pedro y Juan corren al sepulcro

     Ἡ δὲ Μαρία Μαγδαληνή, ἅμα κενὸν (· ἄνευ Ιησοῦ) εὑροῦσα τὸν τάφον ἔδραμε καὶ ἀπήγγειλε τῷ Σίμωνι Πέτρῳ καὶ τῷ Ἰωάννῃ ὅτι «῏Ηραν (< αἴρω) τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν, ποῦ ἔθηκαν αὐτόν».
 

     Καὶ εὐθὺς Πέτρος καὶ Ἰωάννης ἔτρεχον πρὸς τὸ μνημεῖον.



 Ἔτρεχον ὁμοῦ. Ὁ ᾿Ιωάννης, ὡς νεώτερος ὤν, προέδραμε ταχίον τοῦ Πέτρου καὶ ἀφίκετο πρῶτος, εἰσελθεῖν δ’ οὐκ ἐτόλμα.


     Ὁ δὲ Πέτρος, εὐτολμότερος ὅσῳ βραδύτερος, ἀφικόμενος εἰσῆλθεν, καὶ νῦν οἱ δύο τὰ μὲν ὀθόνια ἐθεώρουν κείμενα, καὶ χωρὶς τῶν ὀθονίων τὸ σoυδάριον καλῶς ἐντετυλιγμένον (< ἐντυλίσσω), τὸν δὲ Ἰησοῦν αὐτὸν οὐχ εὗρον.



τὰ ὀθόνια κείμενα καὶ τὸ σουδάριον καλῶς ἐντετυλιγμένον

     ᾽Απῆλθον οὖν πάλιν πρὸς ἑαυτούς, ὁ μὲν Ἰωάννης πιστεύων, ὁ δὲ Πέτρος θαυμάζων τὸ γεγονός.

Stoffel, An Epitome of the New Testament: 170-171. Las mujeres van al sepulcro

170. Διαγενομένου τοῦ σαββάτου (· μετὰ τὸν σάββατον), λίαν πρωῒ (· ὄρθρου, Lat. mane) τῆς τρίτης ἡμέρας, σκοτίας ἔτι οὔσης, ὁρῶμεν Μαρίαν τὴν Μαγδαληνήν, Μαρίαν τὴν τοῦ Ἰακώβου μητέρα καὶ Σαλώμην φερούσας ἃ ἠγόρασαν ἀρώματα, ἵνα ἀλείψωσι (v.gr. ἀλείφονται οἱ ἀθληταὶ τὰ σώματα ἐλαίῳ) τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀκούομεν αὐτῶν λεγουσῶν πρὸς ἑαυτάς·

     «Τίς ἀποκυλίσει (ἀποκυλίω: Lat. revolvo) ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;»

     Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· Ἄγγελος γὰρ Κυρίου, καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπ-εκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ, ὡς ἀστραπὴ τὴν ἰδέαν (· τὴν μορφήν), καὶ τὸ ἔνδυμα (τὸ ἱμάτιον) ὡσεὶ χιών.

Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;


     ᾽Απὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν (< σείω· ταράττω) οἱ τηροῦντες (· φύλακες) καὶ ἐγένοντο ὡσεὶ νεκροί. 

171. Ἀφικομέναις δὲ ταῖς γυναιξὶ πρὸς τὸ μνημεῖον καὶ μὴ εὑρούσαις τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, καὶ διὰ τοῦτο διαπορουμέναις (< ἐν ἀπορίᾳ οὔσαις ), ἄγγελος ἕτερος καθήμενος ἐν τοῖς δεξιοῖς ἔλεγεν·

     «Μὴ ἐκθαμβεῖσθε (ἐκθαμβέομαι < ἔκθαμβος: Lat. attonitus)· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· 

     Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

     Οὐκ ἔστιν ὧδε, ἠγέρθη (< ἐγείρω· ἀνίστημι), καθὼς εἶπεν ὑμῖν. Μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν ὅτι ‘Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι’.  

     Δεῦτε (↔  δεῦρο sing.), ἴδετε τὸν τόπον ὅπου ἔθηκαν (< τίθημι) αὐτόν.
 

     Ταχὺ δὲ πορευθεῖσαι εἴπατε (= εἴπετε) τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ἠγέρθη, καὶ  προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε (< ὁράω)».