Morice, Easy Greek Stories, 147 (1/4): Una falsa recompensa.

     ἔμπορός (· πλεῖ κατὰ θάλατταν καὶ κατὰ γὴν, ὥστε ἀγοράζειν τε καὶ πωλεῖν, Lat. mercator) τις, περι-πατῶν (cfr. Cast. peripatético) ἐν τῇ ἀγορᾷ, ἔ-λαθεν ἑαυτὸν (· ἀγνὼς ἑαυτῷ) ἀφ-εὶς (< ἀπο-ἴημι· ἀποβάλλω: ἀπέβαλε) κατὰ τύχην ἐκ τοῦ κόλπου (ὁ κόλπος, Lat. sinus; cfr. Cast. golfo) βαλλάντιον* ἀργύρου πε-πληρωμένον.

βαλλάντιον
 
     ἔπειτα δὲ, βουλόμενοι πρίασθαί τι, τὸ δὲ βαλλάντιον οὐχ εὑρὼν, διὰ ταῦτα ἐς ἀπορίαν πολλὴν κατ-έ-στη.

     ἐ-ποιεῖτο οὖν κήρυγμα ἐν τῇ ἀγορᾷ, ὡς, εἴ τις τό βαλλάντιον εὑρὼν ἀπο-δώσει, λήψεται (< λαμβάνω) οὗτος παρ᾽ ἑαυτοῦ πεντήκοντα δραχμάς.

     ἀκούσας δὲ τὸ κηρυχθὲν πένης (↔ πλούσιος) τις, καὶ ζήτησιν ποιησάμενος (ποιεῖσθαι ζήτησιν: ζητεῖν) τῆς ἀγορᾶς, εὗρέ τε τὸ βαλλάντιον, καὶ, ἀπο-δοὺς  αὐτὸ, ἠξίου (< ἀξιόω) τὸν μισθὸν κομίζεσθαι (· φέρεσθαι, λαμβάνειν). ὁ δὲ ἔμπορος, —ἦν γὰρ (ὡς ἔοικεν) ἄδικος ἄνθρωπος καὶ φιλ-άργυρος,— ἐ-χάρη μὲν τὸ βαλλάντιον ἀνα-λαβὼν, τὸν δὲ μισθὸν ἀπο-τῖσαι (ἀποτίνω· ἀποδίδωμι, διαλύω) οὐκ ἐ-βούλετο...

Morice, Easy Greek Stories, 146: Los loros no apoyan la campaña.

     Καρχηδόνιός (Lat. Carthaginensis) τις ἦν ὁ Ἄννων, ἦλθε δὲ ἐπὶ τοσοῦτον ὑπερηφανίας (· ὕβρεως), ὥστε ἠξίου (ἀξιόω· αἰτέω) τέλος μηκέτι θνητὸς νομίζεσθαι ἀλλὰ θεός (οἱ μὲν ἄνθρωποι θνητοί (< θνῄσκω), οἱ δὲ θεοὶ ἀθάνατοί εἰσιν).

     βουλόμενος δὲ τὴν φήμην ταύτην περὶ ἑαυτοῦ διὰ πάσης τῆς Λιβύης κατα-σπείρειν (· καταβάλλειν; cfr σπέρμα), ἐ-μηχανήσατο (μηχανάομαι· ἐπιβουλεύω) τοιάδε.

     ὄρνιθας πολλοὺς ᾠδικοὺς* (< ᾄδω)  πριάμενος, ἔ-τρεφεν αὐτοὺς ἐν σκότῳ, καὶ ἕν τόδε μόνον ἐ-δίδασκεν αὐτοὺς λέγειν, «θεός ἐστιν Ἄννων».

ὄρνις ᾠδικός· Lat. psittăcus

     ἐπειδὴ δὲ ἐκεῖνοι, μίαν ταύτην φωνὴν ἀεὶ ἀκούοντες, ἐγκρατεῖς αὐτῆς ἐ-γένοντο, ἀφ-ῆκεν (ἀφ-ίημι· ἐάω τινὰ ἰέναι) αὐτοὺς ὁ Ἄννων, καὶ ἐ-πέτοντο ἄλλος ἄλλοσε.

     γευσάμενοι (γεύω· πειρὰν ποιεῖσθαι) δὲ ἤδη τῆς ἐλευθερίας, καὶ ἐς τὰ σύντροφα (σύντροφος: συγγενής) ἤθη (cfr Lat. ethos) πάλιν τραπόμενοι (< τρέπω), ᾖδον (< ᾄδω) πάντες τὰ οἰκεῖα ᾄσματα (< ᾄδω; Lat. cantilena

     τοῦ δὲ Ἄννωνος, καὶ τῶν ὑπ’ ἐκείνου διδαχθέντων, ὅλως ἐπ-ε-λάθοντο (< ἐπιλανθάνω· Lat. obliviscor).

Morice, Easy Greek Stories: 141. Bien merecido. Por bocazas.

     ἦν ποτε ἐν τῇ Σάμῳ ἄνθρωπός τις, ἀστεῖος (< ἄστυ· πόλις) μὲν, τῆς δὲ γλώσσης ἀ-κρατής.

     οὗτος οὖν δια-φερόμενος (διαφέρομαι· ἀγωνίζομαι) νεανίσκῳ τινὶ εὐγενεῖ, βιβλίον συν-έ-γραψεν, ἐν ᾧ ἐκεῖνον κακοῖς πολλοῖς ῥήμασιν (· λόγοις) ὠνείδισεν (ὀνειδίζω· λοιδορέω).

     πυθόμενος δὲ ταῦτα ὁ νεανίσκος, καὶ τὸ πράγμα βαρέως φέρων (βαρέως/χαλεπῶς φέρειν: Lat. aegre/graviter ferre), ἐν νῷ εἶχε τιμωρίαν (Lat. ultio, vindicta) τινὰ λαμβάνειν.

     καὶ ἐπι-τυχὼν ἐπὶ τῷ ἀνθρώπῳ ἐν τῇ ἀγορᾷ, χαλεπῶς αὐτὸν μετ-ε-χείρισε (χαλεπῶς μεταχειρίζω: κακουργέω) βακτηρίᾳ* ῥαπίζων (· κόπτω, τύπτω), καὶ ἐ-κέλευσεν αὐτὸν τὸ λοιπὸν ἀπ-έχεσθαι τῆς τοιαύτης λοιδορίας (λοιδορία· λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῆ φωνῇ).

βακτηρία
      ἀπο-τρέχων οὖν ἐκεῖνος ὡς (· εἰς, πρὸς) τοὺς ἄρχοντας, δίκας τούτων ᾔτει (< αἰτέω).

     οἱ δὲ ἔ-σκωπτον (σκώπτω· γελῶ καὶ ποιῶ ἄλλους γελᾶν) αὐτὸν, λέγοντες, «ὦ ἄνθρωπε, ποίων (< ποῖος) δικῶν χρῄζεις (χρῄζω· δέω); ἐκεῖνα γὰρ γράψας ἄξιος ἦσθα (< εἰμι) ῥαπίζεσθαι· ὥστε τό σοι προσ-ῆκον (· πρέπον) ἤδη ἔχεις».

Morice, Easy Greek Stories: 138. El rinoceronte.

     Διόδωρος Σικελιώτης (< Σικελία*) φησὶν εἶναι ἐν τῇ Λιβύῃ ζῷον, ὅ καλεῖται ῥινόκερως (ῥίς, κέρας),  ῥώμῃ μὲν καὶ βίᾳ παραπλήσιον (· ὅμοιον) ὄν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον (ταπεινός ↔ ὑψηλός).

Σικελία
      τοῦτο οὖν τὸ ζῷον ἔχει τὸ δέρμα ἰσχυρότατον, φέρει δὲ ἐπὶ ἄκρων τῶν μυκτήρων (Lat. narium) κέρας σιμὸν*, τῇ δε στερεότητι (Lat. soliditate) σιδήρῳ ὅμοιον.

φέρει δὲ ἐπὶ ἄκρων τῶν μυκτήρων κέρας σιμὸν


     δια-μαχόμενον δὲ ἀεὶ πρὸς τοὺς ἐλέφαντας περὶ τῆς νομῆς*, πρῶτον μὲν πρὸς πέτραν τινὰ͵ τὸ κέρας θήγει (θήγω· ἀκονάω, Lat. acuo), συμ-πεσὸν δε ἔπειτα τῷ ἐλέφαντι, καὶ ὑπο-δυόμενον (ὑποδύομαι· Lat. subeo) ὑπὸ τὴν κοιλίαν, σπαράττει (σπαράττω· Lat. lacero) τὴν σάρκα τῷ κέρατι καθάπερ ξίφει.

νομή

      ὅταν δὲ φθάσας (< φθάνω) ὁ ἐλέφας προ-κατα-λαμβάνῃ τὸν ῥινόκερων τῇ προβοσκίδι, περι-γίγνεται (περιγίγνομαι· νικάω) ῥᾳδίως, τύπτων τοῖς ὀδοῦσι, καὶ τῇ βίᾳ πλέον ἰσχύων.