ἰχθυοπώλης τις πονηρὸς ἐν ταῖς Ἀθήναις, ἰχθῦς ἔχων σαπροὺς καὶ ξηροὺς (· ἀρχαιούς), ἐβούλετο αὐτοὺς καλλωπίζειν (· κάλους ὦπα ποιεῖν), ἵνα δοκῶσι τῷ τυχόντι εἶναι νεαλεῖς (νεαλής· νέος).
|
ἰχθυοπώλης |
οὐ μέντοι ἐ-τόλμησεν ὕδωρ αὐτῶν κατα-χεῖν, ὁ γὰρ νόμος ἀπ-ηγόρευε (ἀπαγορεύω· κωλύω) τοῦτο ποιεῖν.
πρὸς ταῦτα οὖν ἐ-μηχανήσατο τάδε. μάχην τινὰ ἐ-ποιεῖτο ἐν τῷ ἀγοραίῳ ὄχλῳ, ὥστε λοιδορίαν (< λοιδορέω· λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῇ φωνῇ) πολλὴν ἐν αὐτοῖς γενέσθαι, τέλος δὲ καὶ πληγάς. ἔπειτα δὲ, προς-ποιησάμενος (προσποιέομαι· Lat. simulo) τραύματά τινα δεινὰ εἰληφέναι (< λαμβάνω), ἔ-κειτο ἐν μέσοις τοῖς ἰχθῦσι, δοκῶν λιποψυχεῖν*. ἰδὼν δὲ αὐτόν τις τῶν πλησίον ἐ-βόησεν εὐθὺς, «ὕδωρ, ὕδωρ».
|
λιποψυχεῖν |
καὶ πρόχουν* ἅμα λαβὼν κατ-έ-χει ὕδωρ πολὺ τοῦ τε ἀνθρώπου καὶ τῶν ἰχθύων, ὥστε δοκεῖν ἑκείνους νεωστὶ ἑ-αλωκέναι (ἁλίσκομαι Pas. ↔ αἱρέω Act.).
|
πρόχοος |
ἐ-ποίει οὖν ὁ μὲν παῖς τὸ προς-ταχθὲν (· τὸ κελευόμενον), ὁ δὲ Τέλλος τῶν ὀιστῶν τὸν ἕτερον ἐκ-λέξας ἐ-στοχάζετο τοῦ μήλου.
|
στοχάζομαι τοῦ σκόπου |
ὁ δὲ ὀιστὸς τοῦ σκοποῦ οὐχ ἥμαρτεν, ἀλλὰ, διασχίσας τὸ μῆλον, τὸν παῖδα οὐκ ἔ-τρωσεν (τιτρώσκω: Lat. vulnero, laedo).
οἱ δὲ περιεστῶτες πάντες ἐπ-ε-θορύβουν, ὥστε ἠναγκάσθη ὁ Γεσελὴρ, καίπερ ἀχθόμενος (· χαλεπῶς γὰρ ἐφέρον) , ἀμφοτέρους ἀπο-λῦσαι.
ἀλλ ̓οὐκ ἔ-λαθεν αὐτὸν ὁ Τέλλος ὀιστοὺς δύο (ἄνευ ἐμφάσεως· δύο ὀιστοὺς) λαβών. ἐπ-ηρώτα οὖν τὸν ἄνθρωπον, τί βουλόμενος ἐκεῖνο ἐ-ποίησεν.
ὁ δὲ Τέλλος πρὸς ταῦτα βραχὺ μέν τι σιγὴν εἶχεν· ἔπειτα δὲ, «διά σε,» ἔ-φη, «ἐκεῖνο ἐ-ποίουν. εὖ γὰρ ἴσθι (· οἶδας, γιγνώσκεις), ὅτι εἰ τῷ ὀιστῷ τῷδε τὸν παῖδα ἔ-τρωσα, ἔ-κτεινα ἂν καί σε τῷ ἑτέρῳ».
|
σιγὴν ἔχε |
ὁ μὲν οὖν Τέλλος συλ-ληφθεὶς (< συλλαμβάνω) ὑπὸ τῶν δορυφόρων οὐδ’ ὁτιοῦν ἐ-ταράχθη.
ἰδὼν δὲ ἄρα αὐτοῦ τὴν ἀφοβίαν ὁ Γεσελὴρ, ἀλλο τι ἐ-μηχανήσατο ἐπ’αὐτὸν τοιόνδε.
μετα-πεμψάμενος (μεταπέμπω: παρακαλέω) ἐκείνου τὸν υἱὸν, —ἦν δὲ ἔτι παῖς— ἐπὶ τῆς κεφαλῆς τούτου μῆλον ἐπ-έ-θηκε. ταῦτα δὲ ποιήσας ἐ-κέλευσε τὸν πατέρα τοξεύειν, σκοπῷ χρώμενον τῷ μήλῳ.
εἰ δὲ μὴ, ἠπείλησε (ἀπείλω· λεγω δράσειν τι κακὸν. Lat. minari) θανατώσειν αὐτίκα ἀμφοτέρους, τόν τε Τέλλον καὶ τὸν παῖδα αὐτοῦ.
ὁ δὲ Τέλλος πρὸς ταῦτα εἰκότως ἐ-φοβήθη· ἐπικίνδυνον γὰρ τὸ πρᾶγμα ἦν, ἀλλ’ ὅμως ἔ-δει αὐτὸν ἐπι-χειρεῖν.
λαβὼν οὖν τὸ τόξον καὶ ὀιστοὺς δύο, ἐ-κέλευσε τὸν παῖδα ἑστάναι ἵνα (· ὅπου) ἔ-δει, καὶ μύσαντα (< μύω) ἀκινήτως ἔχειν, ἕως ἂν αὐτὸς τὸ πρᾶγμα ἐπι-τελέσῃ.
|
μύω Ao. ἔμυσα |