Morice, Easy Greek Stories: 103. Los jueces llevan consigo la verdad

φασὶν οἱ Ἀιγύπτιοι ὡς (· ὅτι) οἱ παρ’ ἑαυτοῖς νόμοι βέλτιστοι πάντων εἰσίν, ἐπεὶ ἐξ-ηῦρεν αὐτοὺς θνητῶν (θνητός ↔ ἀθάνατος) οὐδεὶς, ἀλλ’ ὁ θεὸς Ἑρμῆς*.

Resultado de imagen de dios hermes



δικασταὶ δὲ παρὰ τοῖς Ἀιγυπτίοις οἱ ἱερεῖς πάλαι ποτὲ ἦσαν. ἦν δὲ τούτων ἄρχων ὁ πρεσβύτατος (· γεραίτατος), καὶ ἅπαντας ἐ-δίκαζε (δικάζω· διακρίνω).

᾽Ε-σπούδαζον (σπουδάζω·  μελετάω, προσέχω) δὲ μάλιστα περὶ τούτου, ὅπως πάντων ἀνθρώπων ἔσται δικαιότατος.

ἔ-δει δὲ αὐτὸν ἔχειν ἀεὶ περὶ τὸν αὐχένα* ἄγαλμά τι πε-ποιημένον ἐκ σαπφείρου λίθου*, καὶ ἐ-καλεῖτο τὸ ἄγαλμα «ἀλήθεια». ἦν δὲ σημεῖον αὐτῷ τοῦτο, ὅτι πρέπει τῷ δικαστῇ περι-φέρειν ἀεὶ μεθ᾽ ἑαυτοῦ τὴν ἀλήθειαν, μὴ μόνον ἐν τῷ αὐχένι εἰκασμένην (εἰκάζω < εἰκών), ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ ὑπ-άρχουσαν (· οὖσαν).

Resultado de imagen de cuello
ὁ αὐχήν  

Resultado de imagen de zafiro piedra
σάπφειρος

No hay comentarios:

Publicar un comentario