Morice, Easy Greek Stories: 101. Una pelea de gallos en Atenas

     νικήσασι τοὺς Πέρσας τοῖς Ἀθηναίοις νόμος ἐγένετο ὅδε. μιᾷ (· πρώτῃ) ἡμέρᾳ τοῦ ἐνιαυτοῦ (ὁ ἐνιαυτός = τὸ ἔτος) ἀλεκτρυόνες ἐν τῷ θεάτρῳ δημοσίᾳ (· δημοτελεῖ, Lat. publice) ἠγωνίζοντο. τὴν δὲ αἰτίαν τούτων νῦν διηγήσομαι.

     ὅτε γὰρ ὁ Θεμιστοκλῆς τοὺς πολίτας ἐξ-ῆγεν ἐπὶ τοὺς βαρβάρους, εἶδε κατὰ τύχην αλεκτρυόνας τινὰς μαχομένους. ἐπι-στήσας οὖν τὴν στρατιὰν, ἔ-λεξε (· εἶπε) τοιάδε:

Resultado de imagen de pelea de gallos

     «τούτους μὲν οὖν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ἰσχυρῶς πρὸς ἀλληλοὺς ἀγωνιζομένους. κακο-παθοῦσι δὲ οὔτε, ὥσπερ ὑμεῖς, ὑπὲρ πατρίδος, οὔτε ὕπερ πατρῴων (πατρῷος· πάτριος) θεῶν οὐδὲ μὴν ὑπὲρ δόξης, οὐδὲ ὑπὲρ παίδων, ἀλλὰ τόδε μόνον βουλόμενοι· τοῦ ἑτέρου μὴ ἡσσᾶσθαι (ἡσσάομαι ↔ νικάω)!»

     ταῦτα δὲ εἰπὼν θαυμασίως ὡς ἐπ-έ-ρ-ρωσε (ἐπιρρώννυμι < ῥώμη, Lat. robur) τοὺς ᾿Αθηναίους.

     μνημεῖον οὖν ἐκείνων ὁ νόμος κατ-έ-στη.

Morice, Easy Greek Stories: 100. Hermes disfrazado de hombre (5/5)

τότε δὲ στᾶσα ἡ γυνὴ καὶ βοῶσα (< βοή) ᾔτησε (αἰτέω) παρὰ τοῦ θεοῦ ἀλλᾶντα.

Resultado de imagen de morcilla
ἀλλᾶντες

«ὁ γὰρ ἐμὸς ἀνὴρ», ἔ-φη, «τὰ τοιαῦτα στέργει».
 

ταύτῃ οὖν ἀλλᾶντα δοὺς ὁ θεὸς, «ἕν μὲν», ἔ-φη, «τῶν δώρων ἔχεις!»

τότε δὲ ὀργισθεὶς ὁ ἄνθρωπος, «ὦ γύναι», ἔ-φη, «βούλομαι τὸν ἀλλᾶντα τῇ σῇ ῥινὶ ἐμ-φύεσθαι (· αὐξάνεσθαι)».


Resultado de imagen de nariz
ῥίς

ὀ δε θεὸς εὐθὺς, «ἔστω (εἰμὶ) ταῦτα!» ἔ-φη, «καὶ τῶν δώρων τὸ δεύτερον ἔχεις τόδε!»

ἀλλ’  οὐδὲ ταῦτα ἐκείνῳ ἤρεσκεν (ἀρέσκω, Lat. placuit)· ἐ-φοβεῖτο γὰρ, μὴ καταγέλαστος ᾖ, τοιαύτην τὴν γυναῖκα ἔχων. ἠναγκάσθη (< ἀνάγκη) οὖν τὸ τρίτον δεῖσθαι (δέομαι· ἱκετεύω) τοῦ θεοῦ, ὥστε ἀφανίσαι (ἀφανίζω· ἀν-αιρέω) αὖθις τὸν ἀλλᾶντα.


τοῦτο δὲ ποιήσας ὁ ῾Ερμῆς καὶ αὐτὸς ἠφάνιστο.

Morice, Easy Greek Stories: 99. Hermes disfrazado de hombre (4/5)

ἀκούσας δὲ ὁ θεὸς, «βούλει οὖν», ἔ-φη, «δῶ σοι νέαν τινὰ οἰκίαν καὶ καλὴν, ἀντὶ τῆσδε τῆς καλῦβης;» 

καὶ ἐκεῖνος ἔ-φη βούλεσθαι.


ὁ δὲ θεὸς «ἔσται ἄρα (· οὖν) ταῦτα» ἔ-φη· καὶ ἅμα ἔ-δειξεν αὐτῷ οἰκίαν λαμπροτάτην, ἐκεῖ ἑστῶσαν, ἵνα (· ὅπου) πρὸ τοῦ (τοῦ Pron.· τούτου) ἦν ἡ καλύβη. ὁ μὲν οὖν ῾Ερμῆς, τοσαῦτα εἰρηκὼς, ἀπῄει (ἄπειμι· ἀπέρχομαι).


ὁ δὲ πένης, εἰς-ελθὼν εἰς τὴν οἰκίαν, τὸν λοιπὸν βίον μακαρίως δι-ῆγε.


πυθόμενος (πυνθάνομαι· μανθάνω, οἶδα) δὲ ἐκεῖνα, ὁ πλούσιος ἠθύμησεν (ἀθυμέω· ἄθυμός εἰμι καὶ οὐ θαρρῶ). ἐ-κέλευσεν οὖν τὴν ἑαυτοῦ γυναῖκα θεῖν, καὶ —ἢν (· ἐὰν) δύνηται—  τόν ξένον πείσασαν (πείθω τινά τι = παραινέω τινὶ ποιεῖν τι, Lat. suadeo) ἀπ-άγειν· ἔ-φη γάρ βούλεσθαι καὶ αὐτὸς ἐκεῖνον ἑστιᾶν (ἑστιάω· ὑποδέχομαι τὸν ξένον).


ὁ δὲ Ἑρμῆς, ἀκούσας ἃ ἡ γυνὴ λέγει, πρῶτον μὲν οὐκ ἐ-πείθετο (πείθομαι· ὑπακούω), τέλος δὲ ἔφη εἰς-ιέναι. δειπνήσας ἄρα μετὰ τῶν πλουσίων, τρία δῶρα καὶ τούτοις ὑπ-έ-σχετο (ὑπισχνέομαι· ἐπαγγέλλομαι, Lat. polliceor).