Morice, Easy Greek Stories: 98. Hermes disfrazado de hombre (3/5)

     ἐπειδὴ δὲ ἡμέρα ἐ-γένετο, ἔ-μελλεν ὁ Ἑρμῆς ἀπ-ιέναι. καλέσας δὲ τὸν δεσπότην, ἔ-φη αὐτὸς θεὸς εἶναι.

     καὶ βουλόμενος ἐκείνῳ ἀμοιβήν (· μισθόν) τινα τίνειν (τίνω· ἀποδίδωμι), «δῶρα», ἔ-φη, «τρία σοι δώσω, ἃ ἂν αὐτὸς κελεύῃς. εἰπὲ δέ μοι, τίνων μάλιστα ἐπι-θυμεῖς;»

     ὁ δὲ πένης ἀντ-εῖπε πρὸς ταῦτα, «ὦ μέγιστε θεῶν! τὰ μὲν δύο τῶν δώρων, ὧν κτήσασθαι (· λαβεῖν) βούλομαι, αὐτίκα σοι εἰπεῖν ἔχω (· δύναμαι)· περὶ δὲ τοῦ τρίτου ἀπορῶ (· ἐν ἀπορίᾳ εἰμί). 

     τὸ μὲν οὖν πρῶτον, βούλομαι, ὅταν τελευτῶ, ἐλθῶν εἰς τὸ Ἠλύσιον, μακάριος εἶναι. 
     τὸ δὲ δεύτερον, εὖ πάσχειν καὶ ἐν τῷ παρ-όντι βίῳ. 
     τό δὲ τρίτον, οὐκ οἶδα τί χρὴ ἐπ-αιτεῖν.»

Resultado de imagen de mitología griega campos eliseos
Ἠλύσιον πεδίον: ἐν ᾧ οἱ παρ' Ἕλλησι δίκαιοι αὐλίζονται, μετὰ θάνατον ἐκεῖσε ἐλευσόμενοι (Suda)

Morice, Easy Greek Stories: 97. Hermes disfrazado de hombre (2/5)

     προ-βὰς δέ ἐντεῦθεν (· ἐκ τούτου τοῦ τόπου) ὀλίγον, ὁ θεὸς  εἶδε καλύβην πένητός τινος οὐ πόῤῥω ἀπ-οῦσαν (< ἄπειμι). ταύτῃ οὖν προς-ελθῶν, τὴν θύραν ἔ-κοψε, καὶ ἠρώτησε τὸν δεσπότην, εἰ ἔξ-εστιν ἐκεῖ ἀνα-παύεσθαι (lat. pernoctare);

Resultado de imagen de cabaña
καλύβη


    «προς-ελθῶν γᾶρ», ἔ-φη [ὁ θεὸς], «πρὸς ἐκείνην τὴν οἰκίαν, τὴν καλὴν καὶ μεγάλην, καὶ δεηθεὶς (δέω· ἱκετεύω) ταῦτα παρὰ τῶν ἐκεῖ, ξενίσεως οὐκ  ἔ-τυχον. ὥστε ἐκεῖθεν (· ἀπ’ ἐκείνου τοῦ τόπου) ἀπ-ε-ωσμένος (ἀπ-ωθἑω· ἀπ-ελαύνω) ἐνθάδε (δεῦρο· πρὸς τοῦτον τὸν τόπον) ἀφ-ικνοῦμαι.

     οἶδα γὰρ πένητας πολλοὺς ἐλευθεριωτέρους (ἐλευθέριος· lat. liberalis) ὄντας τῶν πάνυ πλουσίων. ἐλπίζω δὲ καί σε ταχέως τοιοῦτον φανήσεσθαι».

    ἀκούσας δὲ τοσαῦτα πένης φιλοφρόνως τὸν ξένον ἐ-δέξατο, δεῖπνόν τε αὐτῷ καὶ κλίνην —οἷα ἐδύνατο— παρ-έχων. καὶ εἰς-ελθῶν ἐκεῖνος εἰς τὴν καλύβην, τὴν νύκτα ἐκεῖ δι-ῆγε.

Morice, Easy Greek Stories: 96. Hermes disfrazado de hombre (1/5)

     περὶ μὲν οὖν τῶν θεῶν οἱ παλαιοὶ ῥαψῳδοὶ πολλοὺς καὶ ἡδεῖς λόγους δι-ηγοῦντο (διηγέομαι· ἐξηγέομαι). ἔ-φασκον γὰρ, ὡς ἐκεῖνοι ἐπὶ γῆς φαίνονται πολλάκις, οὐ μέντοι θεῶν ἔχοντες εἴδη, ἀλλ’ ἐς τὰς τῶν ἀνθρώπων μορφὰς ἑαυτοὺς μετ-αλλάξαντες (μεταλλάσσω ἐς τὰς μορφάς· μεταμορφόω).

     τούτων δὲ τῶν μύθων εἷς τίς ἐστι περὶ τοῦ Ἑρμοῦ, ὡς πορείαν ποτὲ ποιούμενος (πορείαν ποιοῦμαι· περιπατέω) ἐν τῇ βαρβάρῳ, διὰ τὸ μῆκος τῆς ὁδοῦ ἔ-καμνεν.

Hermes, museo Pío-Clementino, Ciudad del Vaticano


     ἐ-βούλετο οὖν ἀνα-παύεσθαι παρὰ πλουσίῳ τινὶ ἀνθρώπῳ, οὗπερ ἡ οἰκία ἔ-τυχε τῆς ὁδοῦ ἐγγὺς οὖσα. ὁ δὲ, ὡς γλίσχρος (· φειδωλός, lat. parcus, cast. 'tacaño') ὢν καὶ ἀ-γνώμων, τὸν ξένον ἀπ-ε-ώθει (ὠθέω: ἐλαύνω, προσάγω)· οὐ γὰρ ἔ-γνω αὐτὸν θεὸν ὄντα. ἀγανακτήσας οὖν ὁ ῾Ερμῆς ἀπ-ῄει (ἄπειμι· ἀπέρχομαι).

Morice, Easy Greek Stories: 95. Cómo superar el temor a hablar en público

     Ἀλκιβιάδης, νεανίσκος ὢν, σφόδρα ἐ-δε-δοίκει (δέδοικα· φοβέομαι) παρ-ιέναι εἰς τὸν δῆμον καὶ ἀγορεύειν (· λόγους ποιεῖν).

ὁ δὲ Σωκράτης ἐπ-ε-θάρσυνεν αὐτὸν (· θάρσε!), λέγων τοιάδε. 

    «ὦ φίλε, τί ἀ-θυμεῖς ; οὐ γὰρ δὴ δέ-δοικας ἐκεῖνον τὸν σκυτοτόμον» — εἰπὼν τὸ ὄνομα τοῦ ἀνθρώπου,— «ἀλλὰ κατα-φρονεῖς αὐτοῦ (·φαῦλον, ἁπλοῦν νομίζεις ), εἰκότως (lat. ut par est), δῆλον γὰρ ὅτι σοι τὸ γένος πολὺ λαμπρότερόν ἐστιν ἢ ἐκείνῳ. ἔτι δὲ ἐκεῖνον τὸν κήρυκα οὐ δέ-δοικας, οὐδὲ ἐκεῖνον αὖ τὸν κεραμεά».

Resultado de imagen de zapatero remendón
σκυτοτόμος


     ὁ δὲ Ἀλκιβιάδης πρὸς ταῦτα ἔ-φη, ὅτι ἐκείνους μὲν οὐ δέ-δοικεν, ἀλλὰ τὸν δῆμον.


     ὑπο-λαβὼν (
ὑπολαμβάνω· ἀποκρίνομα) δὲ ὁ Σωκράτης,  «οὐκοῦν (· τοίνυν)» ἔ-φη, «ὁ δῆμος ἐκ τούτων ἤθροισται (· συλλέγεται) καὶ εἰ κατα-φρονεῖς τῶν καθ’ ἕκαστον, κατα-φρονητέον (lat. contemnendum est) καὶ τῶν συμπάντων».