Οἱ Ἀιγύπτιοι τὸν ὗν μιαρὸν (· ἀκάθαρον) ζῷον ἐνόμιζον καὶ ἐφυλάττοντο ἅπτεσθαι· ἤν (ἐὰν) δὲ τις ψαύσῃ (ψαύω· ἅπτομαι) ἀπὸ τύχης, ὁ νόμος προσέταττε βάπτεσθαι τό τε σῶμα καὶ τὰ ἱμάτια εἰς τὸν Νεῖλον καὶ οὕτω καθαίρεσθαι.
Οἱ δὲ συβῶται (< σῦς + βόσκω) εἰς τὰ ἱερὰ οὐκ εἰσήρχοντο οὐδὲ γάμους ἐποιοῦντο μετὰ τῶν ἄλλων Ἀιγυπτίων.
Τοῖς μὲν ἄλλοις θεοῖς θύειν ὗς ἀνόσιον (· ἄδικον) ἐνόμιζον οἱ Ἀιγύπτιοι, Σελήνῃ δὲ καὶ Διονύσῳ μόνοις ἔθυον. Καὶ τῇ μὲν Σελήνῃ ἐν ταῖς πανσελήνοις [ὥραις] ἔσφαζον (< σφαγή· lat. iugulum) τὸν ζῷον καὶ ἔθυον καὶ τὰ κρέα ἤσθιον. Τῷ δὲ Διονύσῳ τῇ πρὸ τῆς ἑορτῆς ἡμέρᾳ ἠγόραζον χοῖρον (· σμικρὸν ὗν) καὶ ἔσφαζον μὲν πρὸ τῶν θυρῶν, οὐκ ἤσθιον δὲ, ἀλλ’ αὐτίκα τοῖς συβώταις ἐκέλευον ἀποφέρεσθαι.
Οἱ δὲ πένητες ὑπ’ἀσθενείας βίου σταιτίνας ὗς ἔπλαττον καὶ ἧψον (< ἕψω) καὶ ἔθυον τῇ τε Σελήνῃ καὶ τῷ Διονύσῳ.
|
σταίτινος ὗς |
Κύκλωπες, γένος ἄγριον καὶ ὠμόν (· οὐχ ἥμερος), ᾤκουν (< οἰκέω) ἄντρα παρὰ τῇ θαλάσσῃ ἐν τῇ πρὸς ἕω (· πρὸς ἀνατολάς) ἀκτῇ τῆς Σικελίας νήσου. Καὶ εἶχον μὲν δεινὴν ἰσχὺν σώματος, μονόφθαλμοι δὲ ἦσαν. Ποιμένες δὲ ἦσαν καὶ ἀπὸ οἰῶν (· προβάτων) καὶ ἰχθύων κρέως ἐβιότευον. Κύριοι δὲ ἦσαν τῶν ὀρῶν καὶ τῶν ναπῶν (τὸ νάπος· ὀρεινὸς ὑλώδης τόπος).
Ὀδυσσεύς ποτε ἧκε εἰς τὴν τῶν Κυκλώπων χώραν σὺν ἑταίροις καὶ εἰσήλθε εἰς τὸ τοῦ Πολυφήμου ἄντρον, Ποσειδῶνος υἱοῦ, καὶ ἔφερε δῶρα ξενίας τῷ Κύκλωπι οἴνου ἀσκόν. Ὁ δὲ ἀνόσιος (· ἀσεβές) Πολύφημος οὐκ ἐσέβετο τοὺς ξένους καὶ συνέκλειε τὸν Ὀδυσσέα σὺν τοῖς ἑταίροις ἐν τῷ ἄντρω, ἐνίους δὲ καὶ ἀπέκτεινε καὶ ἤσθιεν.
|
ὁ ἀσκός |
Ὁ δὲ δολερὸς (< δόλος) Ὀδυσσεὺς παρῆγε τὸν Πολύφημον ὧδε· προσφέρει γὰρ οἶνον τῷ Κύκλωπι· ὁ δὲ Κύκλωψ πίνει καὶ μηθύσκεται καὶ εἰς ὕπνον πίπτει. Ὁ δὲ Ὀδυσσεὺς μοχλῷ διαπύρῳ τὸν τοῦ Πολυφήμου ὀφθαλμὸν διαφθείρει καὶ ἐκφεύγει τὸν ἄντρον σὺν τοῖς ἑταίροις.
Πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν λέγουσιν ὅτι ἀδύνατόν ἐστι τὸν δίκαιον ἄδικον γίγνεσθαι, οὐδὲ τὸν σώφρονα ὑβριστήν.
Ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω γιγνώσκω· ὁρῶ γὰρ ὥσπερ τὰ τοῦ σώματος ἔργα τοὺς μὴ τὰ σώματα ἀσκοῦντας (ἀσκέω· μελετάω· ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι) οὐ δυναμένους ποιεῖν, οὕτω καὶ τὰ τῆς ψυχῆς ἔργα τοὺς μὴ τὴν ψυχὴν ἀσκοῦντας οὐ δυναμένους ποιεῖν· οὔτε γὰρ ἃ δεῖ πράττειν δύνανται πράττειν, οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται ἀπέχεσθαι.
Δι’ ὅ (διὸ· διὰ τοῦτο) καὶ τοὺς υἱοὺς οἱ πατέρες, κἂν (· καὶ ἐὰν) ὦσι σώφρονες οἱ υἱοί, ὅμως ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν (εἴργω· ἀμύνω), ὅτι ἡ μὲν τῶν χρηστῶν (χρηστός ἐστιν ὁ μὴ ἀδικῶν μηδένα, ἀγαθός) ὁμιλία ἄσκησίς (cfr ascesis) ἐστι τῆς ἀρετῆς, ἡ δὲ τῶν πονηρῶν [ὁμιλία] κατάλυσις [τῆς ἀρετῆς].
Ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ ἐπῶν τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους, οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι (ἀμελέω τούτου, οὐ μηδέν μοι μέλει) λήθην ἐγγιγνομένην.