Un anciano optimista (Carmina anacreontea XI)

Λέγουσιν αἱ γυναῖκες·

«Ἀνάκρεον, γέρων εἶ
λαβὼν ἔσοπτρον ἄθρει (· βλέπει)
κόμας μὲν οὐκέτ' οὔσας,
ψιλὸν (ψιλός· γυμνός) δέ σευ (· σου) μέτωπον». 


Resultado de imagen de anciano ante el espejo

ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτ' εἰσὶν εἴτ' ἀπῆλθον,
οὐκ οἶδα, τοῦτο δ' οἶδα
ὡς τῷ γέροντι μᾶλλον
πρέπει τὸ τερπνὰ (· ἡδέα) παίζειν,
ὅσῳ πέλας (· ἐγγύς) τὰ Μοίρης (Μοῖρα: ἡ εἱμαρμένη, θάνατος).

¿Por qué las rosas son rojas? La sangre de Afrodita

     Ὁ τὸ κάλλος τοῦ ῥόδου θαυμάζων τὴν τῆς Ἀφροδίτης λογιζέσθω πληγήν. Ἤρα μὲν γὰρ ἡ θεὸς τοῦ Ἀδώνιδος, ἤρα δὲ καὶ ὁ Ἄρης αὐτῆς.

     Ζηλοτυπῶν οὖν Ἄρης ἀνεῖλε (ἀναιρέω· ἀποκτείνω) τὸν Ἄδωνιν, λύσιν ἔρωτος τὸν Ἀδώνιδος θάνατον ἡγούμενος. 

Luca Giordano, La muerte de Adonis. (Public Domain)

     Μαθοῦσα δὲ τὸ ποιηθὲν ἡ θεὸς ἀμύνειν ἠπείγετο (ἐπείγω· σπουδάζω), καὶ κατὰ σπουδὴν ἐμβαλοῦσα τῷ ρόδῳ, ἀ-σάνδαλος οὖσα, ταῖς ἀκάνθαις τοῦ ῥόδου τὸ ταρσὸν τοῦ ποδὸς περιπείρεται (περιπείρω· περικεντέω), καὶ λευκὸν τὸ ῥόδον πρότερον ὂν, τοῦ ἰχῶρος (ὁ ἰχώρ· ἡ αἷμα τῶν θεῶν) τῆς Ἀφροδίτης ἀπορρύεντος, εἰς ἣν νῦν ὁρᾶται τὴν χρόαν μετέβαλε, καὶ ἔρευθος καὶ εὐωδία αὐτῷ ἔκτοτε (· ἐκ τότε) προσεγένετο.

Resultado de imagen de planta del pie
τὸ ταρσὸν τοῦ ποδὸς


Hiperbórea

     Οἱ Ὑπερβόρειοι ᾤκουν (οἰκέω) νῆσον ἐν τοῖς ἀντι-πέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν (ὠκεανός · ποταμὸς ὃς περιρρεῖ κύκλῳ ὅλην τὴν γήν), παραπλησίαν τῇ Σικελίᾳ.

     Ἡ μὲν νῆσος εὔγειος (εὖ + γῆ) ἦν καὶ πάμ-φορος καὶ διττοὺς κατ’ ἐνιαυτὸν ἔφερε καρπούς, οἱ δὲ οἰκηταὶ μακάριοι καὶ ὄλβιοι ἦσαν.

Mapa de Abraham Ortelius, Ámsterdam 1597 (Public Domain)


     Οἱ μὲν Ὑπερβόρειοι τῶν θεῶν μάλιστα τὸν Ἀπόλλω ἐ-σέβοντο καὶ καθ’ ἡμέραν ἐλάτρευον ᾠδαῖς καὶ ὕμνοις, τοῦ δὲ θεοῦ ἐν τῇ νήσῳ ναὸς ἦν ἀξιόλογος (lat. laude dignus). Οἱ πλεῖστοι τῶν Ὑπερβορείων κιθαρισταὶ ἦσαν καὶ ἐν τῷ ναῷ συνεχῶς ἐκιθάριζον καὶ ὕμνους ᾖδον (ᾄδω) τῷ θεῷ.

Archivo:Belvedere Apollo Pio-Clementino Inv1015.jpg


     Λέγουσιν οἱ παλαιοὶ μυθογράφοι ὅτι ὁ θεὸς πολλάκις ἐνετύγχανε τοῖς Ὑπερβορείοις καὶ ἐχόρευε καὶ ἐκιθάριζε συνεχῶς ἀπὸ σ-ημερίας (ἱσημηρία: aequinoctium) ἐαρινῆς μέχρι τῆς μετοπωρινῆς ἰσημερίας.