κρατήρ |
Καὶ ὁ μὲν πρῶτος κρατὴρ τῆς ὑγιείας ἕνεκά ἐστιν,
ὁ δὲ δεύτερος τῆς ἡδονῆς καὶ τοῦ ἔρωτος,
ὁ δὲ τρίτος τοῦ ὕπνου.
Καὶ οἱ σοφοὶ τούτους μὲν ἡδέως ἐκπίνουσιν, εὐθὺς δὲ οἴκαδε βαδίζουσιν.
Οἱ δὲ καὶ τέταρτον κρατῆρα πίνοντες, πολλάκις ὑβρίζουσι τοὺς συνδείπνους.
Εἰ δὲ τις καὶ πέμπτον πίνει, ἀνακράζειν μεγάλῃ τῇ φωνῇ ἄρχεται.
Οἱ δὲ καὶ ἕκτον κρατῆρα πίνουσι, πολλάκις κωμάζουσιν (cfr κῶμος: lat. comissatio).
Οἱ δὲ καὶ ἕβδομον πινόντες, ἔστιν ὅτε (· ἐνίοτε) καὶ τύπτονται ἀλλήλους.
Ὁ δὲ ὄγδοος κρατήρ —λέγει ὁ ποιητής— ἐνίοτε αἴτιόν ἐστι ἀδικιῶν τε καὶ εἰσαγγελιῶν (εἰσαγγέλλω: ἄγω ἐπὶ τοὺς δικαστάς) καὶ κρίσεων·
τέλος ὁ ἔνατος καὶ ὁ δέκατος κρατὴρ εἰς μανίαν ἄγουσιν.
*Εὔβουλος, Κήττιος (Κῆττοι: δῆμος τῆς Λεοντίδος), Ἀθηναῖος, υἱὸς Εὐφράνορος, κωμικός. ἐδίδαξε δράματα ρ’δ’ (104). ἦν δὲ κατὰ τὴν ρ’α’ (101) Ὀλυμπιάδα (376-373 BCE), μεθόριος τῆς μέσης κωμῳδίας καὶ τῆς παλαιᾶς (cfr Suda).
No hay comentarios:
Publicar un comentario