Zouke, Anagnostikon: 56. ῎Ελαφος καὶ ἁλιεύς

    ῎Ελαφος ὑπὸ κυνηγῶν ἐδιώκετο. Φεύγουσα οὖν ἔθει (θέω· τρέχω) σπουδῇ διὰ τοῦ πεδίου καὶ τῇ τῶν ποδῶν ταχυτῆτι εἰς τὸ ἄκρον αὐτοῦ ἀφίκετο, ἔνθα ποταμὸς ἔρρει. ᾽Εν αὐτῷ δ’ ἐπὶ νεὼς ἄνθρωπος ἔπλει, ὅς ταῖς χερσὶν ἔνευε (νεύω· κατασείω) πρὸς αὐτήν. ῾Ως τοῦτον ἡ ἔλαφος ἐθεάσατο, ἐδεῖτο (δέομαι· ἱκετεύω) αὐτοῦ κατακρύψαι αὐτὴν παντὶ τρόπῳ. Ὁ δὲ τοῖς λόγοις πείθει αὐτὴν εἰσελθεῖν (πείθω τινά τι = παραινέω τινὶ ποιεῖν τι) εἰς σπήλαιον, ἕως ἂν ἴδωσι, τί οἱ κυνηγοὶ δράσουσιν.

Resultado de imagen de a deer
῎Ελαφος


    Οἱ μὲν μάτην πειραθέντες ἐν τῷ πεδίῳ θηρᾶσαι τὴν ἔλαφον καὶ τῷ πόνῳ ταλαιπωρηθέντες (ταλαιπωρέω· κάμνω) παρεγένοντο εἰς τὸν ποταμὸν καὶ τὸν ἄνθρωπον ἠρώτησαν, εἰ ἔλαφον τεθέαται παρελθοῦσαν ἐκεῖθεν.


    ῾Ο δὲ αἰδεσθεὶς (αἰδέομαι· φυλάττω) τὴν προτέραν πρὸς τὴν ἔλαφον ὁμολογίαν τῇ μὲν φωνῇ ἠρνεῖτο (ἀρνέομαι ↔  φημί) αὐτὴν θεάσασθαι, τῇ δὲ χειρὶ ἔνευεν, ὅπου ἐκέκρυπτο. Οἱ δὲ κυνηγοὶ πιστεύσαντες τοῖς λόγοις τούτου καὶ μάτην πειραθέντες ἀνευρεῖν εἴασαν (< ἐάω ↔ κωλύω) τὸ θήραμα καὶ ἀπῆλθον.


    ῾Ο δὲ παρεκάλεσε τότε τὴν ἔλαφον γεγωνυίᾳ (· ἐξακούστῳ) τῇ φωνῇ  ἐξελθεῖν ἐκ τοῦ σπηλαίου· οὐδεὶς γὰρ κίνδυνος ἦν αὐτῇ.


    ῾Η ἔλαφος ἐξελθοῦσα ἀπροσφωνητὶ (· οὐδὲν αὐτῷ λέγουσα) ἀπηλλάττετο. ῾Ο δ’ᾐτιάσατο τότε αὐτὴν λέγων· «῏Ω ἔλαφος, ἐγὼ μὲν ἤρκεσά (ἀρκέω· βοηθέω) σοι, ὥστε σωθῆναι, σὺ δὲ νῦν φεύγεις οὐδὲ φωνῆς ἀξιοῦσά με;» Ἡ δ’ ὑπολαβοῦσα ―εἶδε γάρ, ἅ τῇ χειρὶ ἔνευε τοῖς κυνηγοῖς καὶ ἠκροάσατο, ἃ ἔλεγεν αὐτοῖς― εἷπεν· «῏Ω φίλε, ἀλλ’ ἐγὼ ηὐχαρίστησα ἄν σοι καὶ ἐπῄνεσα (ἐπαινέω· εὐλογέω) τὴν προθυμίαν, εἰ μὴ μόνον τῷ λόγῳ ἀλλὰ καὶ ἔργῳ ἐβοήθησάς μοι».

No hay comentarios:

Publicar un comentario