῾Ερμῆς ἐν σπαργάνοις (σπάργανον: lat. fascia, qua infans involvitur) ἔτι ὢν εἰς Πιερίαν παραγίγνεται κλέψων τὰς βοσκούσας (< βόσκω) ἐνταῦθα βοῦς τοῦ Ἀπόλλωνος. Κομίσας δ’ αὐτὰς εἰς τὴν πόρρω εὑρισκομένην Πύλον ἐν σπηλαίῳ (cfr. ‘espeleología’) ἀπέκρυψεν. ᾽Εκεῖθεν (: ἀπ’ ἐκείνου τοῦ τόπου) εἰς Κυλλήνην ᾤχετο (< οἴχομαι), ἔνθα εὑρίσκει πρὸ ἄντρου (ἄντρον: σπήλαιον) χελώνην νεμομένην (< νέμω: βόσκω). ᾽Εθέλων δὲ κατασκευάσαι λύραν ἐκ τοῦ περιβάλλοντος τὴν χελώνην κύτους (: ‘caparazón’) ἐφόνευσε αὐτήν.
Ἀπόλλων δ’ εἰς Κυλλήνην ἔρχεται καὶ τοὺς ἐνταῦθα διαμένοντας ἀνακρίνων (: ἐρωτῶν) πυνθάνεται (: αἰτεῖ), εἰ τὸν κλέψαντα τὰς βοῦς γιγνώσκουσιν, ἐπαγγελλόμενος (: ὑπισχνούμενος) τῷ μηνύσοντι (μηνύω τινά: ‘indicar’, ‘revelar’; ‘acusar’) τὰς βοῦς χάριν ἕξειν. Οὗτοι δὲ λέγουσιν ὡς οὐκ ἐγίγνωσκον τὸν ἡρπακότα (< ἁρπάζω) ταύτας. Ἀπόλλων δὲ μανθάνει τὸν κεκλοφότα ἐκ τῆς μαντικῆς. Εὐθὺς δὲ πρὸς τὴν Μαῖαν μητέρα οὖσαν τοῦ ῾Ερμοῦ παραγίγνεται καὶ τὸν παῖδα μηνύει. ῾Η δὲ δεικνύει τοῦτον ἐν σπαργάνοις ὄντα.
Ἀπόλλων δ’ ὅμως οὐ πιστεύσας τῇ μητρὶ ἐκόμισε τὸν παῖδα εἰς τοὺς θεούς. ᾽Επεὶ δὲ οἱ θεοὶ ἐκέλευσαν [αὐτὸν], ἔλεγε τῷ ὄντι κεκλοφέναι τὰς βοῦς καὶ κεκρυφέναι ταύτας ἐν σπηλαίῳ. ῎Ερχεται οὖν Ἀπόλλων εἰς Κυλλήνην καὶ εὑρίσκει τὰς βοῦς. Ἀκούσας δὲ ἐνταῦθα τῆς λύρας χαρίζεται (: δωρεὰν δίδωσιν) αὐτῷ τὰς βοῦς καὶ διδάσκει [αὐτὸν] τὴν μαντικήν. Ζεὺς δὲ τὸν ῾Ερμῆν κήρυκα τῶν ὑποχθονίων (: οἱ κάτω) θεῶν ἀναγορεύει.
῎Επηλύς (: ξένος) ποτε πένης (↔ πλούσιος, ἀφνειός) εἰς Ἀθήνας γίγνεται καὶ δοῦλος τῷ φιλοσόφῳ Διογένει προσέρχεται. Τῷ δὲ χρόνῳ ἀποφαίνεται βλὰξ (: μαλακός) καὶ ἅρπαξ ἅμα. Τοῦτον οὖν Διογένης διὰ τὸ βλᾶκα καὶ ἅρπαγα εἶναι δὶς (2x) καὶ τρὶς (3x) τῆς ἠμέρας ἔδερε (< δέρω)· τὸ γὰρ ἦθος ὅμοιος τετράποσι θηρίοις ἦν. ῾Ο δὲ δοῦλος ἄπ-ελπις ἐκ τούτου ἦν (: ἀπελπίζω) καὶ κρύφα (: λάθρᾳ, ἐν τῇ σκοτίᾳ, ἐν τῷ κρυπτῷ) ἐκ τοῦ οἴκου φεύγει.
Διογένης δ’ ὅμως τὸν φυγάδα (φυγάς: lat. profugus) οὐ διώκει (διώκω: καταγγέλλω εἰς τὸ δικαστήριον, ἄγω ἐπὶ τοὺς δικαστάς) «αἰσχρὸν γάρ», ἔλεγε, «τὸν μὲν δοῦλον ἄνευ τοῦ Διογένους ὑπομένειν (lat. sustinere) διάγειν (διάγω· τὸν βίον διάγω, ζῶ), Διογένη δ’ ἄνευ τοῦ δούλου οὔ».
῾Η ᾽Ολυμπία τὸ πάλαι τόπος ἱερὸς ἦν. Ἅπας δ’ ὁ χῶρος οὗτος ὑλήεις (<ὕλη· ὅπου πολλὰ δένδρα ὁμοῦ, ἐνταῦθα ὕλη) καὶ ἄξιος θέας (< θεάομαι) ἦν καὶ παντοδαπῶν ἀνθέων ἔγεμε (: πλήρης ἦν). Ποταμοὶ δὲ δινήεντες (δινήεις: 'turbulento') καὶ ἰχθυόεντες τοῦτον διέτεμνον. ᾽Ενταῦθα ἱερὸν αἰγλῆεν (: λαμπρὸν τε καὶ ὀνομαστόν) τοῦ Διὸς ἐν τῷ ἄλσει (ἄλσος τὸ: lat. saltus) ἦν καὶ χωρίον ὅμοιον θεάτρῳ, ὃ στάδιον ὠνομάζετο.
|
῾Η ᾽Ολυμπία |
᾽Ενταῦθα τὰ ᾽Ολύμπια κατὰ πᾶν τέταρτον ἔτος ἐγίγνετο. ᾽Εκ πασῶν τότε τῶν ῾Ελληνικῶν πόλεων θεωροὶ εἰς ᾽Ολυμπίαν ἔσπευδον. Τούτοις πᾶσι ξένια (: φιλοξενία) ὑπὸ τῶν ῾Ελλήνων παρεσκευάζετο.
᾽Ενταῦθά ποτε γέρων θεωρὸς ἔρχεται καὶ ἕδραν οὐχ ηὕρισκεν· ὑπὸ πάντων δ’ ὑβρίζετο (ὑβρίζω: ‘ultrajar’) καὶ οὐδεὶς ἑκὼν (: βουλόμενος) προσέφερεν αὐτῷ ἕδραν. ᾽Επεὶ δὲ πρὸς Λακεδαιμονίους ἔρχεται, πάντες οἱ ἄνδρες σπεύδουσιν εἴκειν (: ὑποχωρεῖν: ‘ceder el asiento’) αὐτῷ καὶ προσέφερον ἕδρα.
|
αἱ ἕδραι τοῦ σταδίου
|
Αἰσχρὸν γὰρ πᾶσιν ἐδόκει (: ἐφαίνετο) γέροντας περι-παίζειν. ῾Ως δὲ τοῦτο οἱ ἄλλοι ῞Ελληνες αἰσθάνονται, πάντες ἐκ τῶν ἑδρῶν ἀνεγείρονται καὶ δοκιμάζουσι τὸ ἦθος (: διαγωγή: lat. ratio vitae) τῶν Σπαρτιατῶν. ῾Ο δὲ γέρων λέγει· « Οἴμοι, πάντες μὲν οἱ ῞Ελληνες γιγνώσκουσι τὰ καλά, ἑκόντες δὲ μόνοι οἱ Λακεδαιμόνιοι πράττουσι ».
῾Η χώρα τῶν ᾽Ινδῶν ποταμοὺς εὐρεῖς (εὐρύς (= πλατύς) ↔ στενός) καὶ βαθεῖς ἔχει. Οὗτοι τὰς πηγὰς ἐν τοῖς ὄρεσιν ἔχουσιν, ἔνθα τὸ ἔδαφος τραχύ (τραχύς ↔ λειός) ἐστι. ᾽Ενταῦθα τὸ μὲν πλάτος τρί-πηχύ (πῆχυς = 41,8 cm) ἐστι, δι-πήχεις δὲ σχεδόν εἰσι τὸ βάθος. Προϊόντες δ’ εὐρεῖς γίγνονται καὶ ταχεῖς (ταχύς ↔ βραδύς) διὰ τῆς πεδιάδος φέρονται.
|
ὁ Ἰνδός |
Γέμουσι δ’ ἡδέων ἰχθύων, οὓς οἱ ἁλιεῖς ἐν βραχεῖ (βραχύς ↔ μακρός) χρόνῳ ἁλιεύουσι· τὰ ᾠὰ δὲ τῶν ἰχθύων ἡδέα ἐστί. Χειμῶνος οἱ ποταμοὶ τοῖς γλυκέσιν (γλυκύς ↔ πικρός) ὕδασι καλύπτουσι τὰ εὐρέα πεδία καὶ παχεῖαν (παχύς: fig. rico, fértil ↔ λεπτός) τὴν γῆν κατασκευάζουσι· φύονται δὲ ἄμπελοι εὐβότρυες (: ἔχων καλὰς σταφυλάς). ᾽Εκ δὲ τῶν ἐτησίων (οἱ ἐτησίαι ἄνεμοι) βρέχεται (cfr βρέχει = ὕει : lat. pluit) ἡ ᾽Ινδικὴ θερινοῖς (θερινός ↔ χειμερινός) ὄμβροις καὶ καρποὺς ἡδεῖς καὶ ἀφθόνους φέρει. Τρέφει δ’ ἡ χώρα καὶ πλῆθος βοῶν καὶ προβάτων, ἃ παχείας τὰς οὐρὰς ἔχει.