Zouke, Anagnostikon: 8. ῾Η Αἴγυπτος


Α΄. ῾Η Αἴγυπτος στενή ἐστι καὶ ἀπ’ Ἑλεφαντίνης (: νῆσος μικρὰ εἰς τὴν ἄνω Αἴγυπτον) τῆς νήσου μέχρι τῆς θαλάττης τείνει. ῾Η δὲ χώρα αὕτη ξηρά ἐστιν· ὄμβροι μὲν γὰρ διὰ πολλῶν ἐνιαυτῶν (: ἐτῶν) οὐ γίγνονται ἐν αὐτῇ, δρόσος δ’ ὀλίγη. 
Resultado de imagen de tormenta lluvia
ὄμβρος
Resultado de imagen de rocío
δρόσος

Διὰ μέσης δὲ τῆς Αἰγύπτου ὁ Νεῖλος ποταμὸς φέρεται (: ῥεῖ) καὶ τὴν χώραν κατ’ ἐνιαυτὸν κατακλύζει. Τότε καὶ αἱ ὁδοὶ κατέχονται (: γεμίζουσι) τῷ ποταμῷ καὶ οὐκ ἔστιν ἄνευ πλοίων πορεύεσθαι. Οἱ παλαιοὶ ὀρθῶς τὴν Αἴγυπτον, μάλιστα δὲ τὸ Δέλτα, δῶρον τοῦ Νείλου λέγουσι. Φέρει (: παράγει) δ’ ἡ Αἴγυπτος κριθὴν ἄφθονον καὶ τυρὸν καὶ τὰ ἄλλα σῖτα, ἄμπελοι δ’ ἐν αὐτῆ οὐ γίγνονται. ῾Ο γὰρ οἶνος ὁ τῶν Αἰγυπτίων, ὡς παρ’ Ἡροδότου διδασκόμεθα, οὐκ ἐκ τῆς ἀμπέλου ἦν, ἀλλ’ ἐκ κριθῆς.
Resultado de imagen de cebada
κριθή

 ᾽Εν δὲ τῷ Νείλῳ βύβλος (: φυτὸν καλαμοειδὲς ―πάπυρος― τῆς Αἰγύπτου; Cyperus papyrus) φύεται ἄφθονος, πολλοῦ ἀξία (‘de gran valor’) τοῖς Αἰγυπτίοις· βύβλινα μὲν γὰρ ἦν τὰ ἱστία, βύβλινα δὲ καὶ τὰ βιβλία αὐτῶν.

Resultado de imagen de papiro planta rio nilo
βύβλος

No hay comentarios:

Publicar un comentario