Blackie, Colloquia Graeca. XVII: La voz media



οὐ τῶν τυχόντων (: τῶν ἰδιώτων, τῶν ἀγράμματων) κατέλαβέ με (: οὐκ ἐγένετο μοι) ἔχειν διδασκάλους τῆς σοφίας, τὰ νῦν δὲ δικαίως αὐτὸς σοφίζομαι.

ἐδεξάμην τὴν βίβλον ἣν σὺ ἐδέξω παρὰ τοῦ ἀνεψιοῦ (ἀνεψιός: ὁ υἱὸς τοῦ ἀδελφοῦ τοῦ πατρὸς ἢ τῆς μητρς), καὶ ἀναγνώσομαι αὐτὴν πάσῃ σπουδῇ.
 


οὗτος ὁ νεανίας τρέχει δεινῶς· βλάψεται.
Resultado de imagen de joven corriendo
οὗτος ὁ νεανίας τρέχει δεινῶς
οὐ φοβοῦμαι. ἀσφαλὴς ἐστὶ τοῖς ποσίν.

οὗτος ὁ νεανίας ταλαιπώρως κυπτάζει εἰς τὰς βίβλους· τρίψεται ὑπερτρυφῶν ἐν τῇ ἀναγνώσει.
μὴ χαλέπαινε· βαθμηδὸν ἀκμάζει πάντα. τὰ μικρότατα σπέρματα, ἀρξάμενα ἀπὸ τοῦ ἠρινοῦ (= ἐαρινός) χρόνου, πρὸ τῆς ὀπώρας γενήσεται φυτὰ μεγάλα.
οὑτοσὶ πλήρεσιν ἀνάγεται τοῖς ἱστίοις, ἡμεῖς δὲ οὐχ ἡττησόμεθα.

βαθμηδὸν ἀκμάζει τὸ ῥόδον

Resultado de imagen de joven estudioso
ὁ νεανίας κυπτάζει εἰς τὰς βίβλους

Resultado de imagen de velas desplegadas
ἡ ναῦς πλήρεσιν ἀνάγεται τοῖς ἱστίοις

σήμερον λαμπρῷ χρώμεθα τῷ οὐρανῷ.
αὔριον δὲ ὕσει ὁ θεός.
ὤ τάλας ἐγώ· οὐδὲν διαγίγνεται μένον ἐν τῷ οὐρανῷ τῷ κατὰ τὴν Καληδονίαν (Scotland)*.
ἀληθῆ λέγεις· μόνον τὸ τῶν Καληδονίων* ἦθος σεμνύνεται ἐπὶ τῷ ἄγαν σταθερῷ (< στῆναι; v.gr. ἡ σταθερή sc. γῆ) καὶ ἀμεταβόλῳ· κρατερὸν τὸ Καληδόνιον ἦθος ὡς ὁ γρανιτόλιθος, ὁ ἐν Ἀβερδονίᾳ* (Aberdeen).
χάριν οἶδα τῷ Θεῷ· αὐτὸς ἀλαζονεύομαι (< ἀλαζών) τῆσδε τῆς ἐπιμόνου κράσεως (κρᾶσις ἡ) οὐ σπανίως (οὐ σπανίως : πολλάκις ) μεταλαμβάνεσθαι (: μετέχειν).
δικαίως γε· ἐγγυᾶται τὴν κατόρθωσιν ἡ ἐπιμονή. ἔρρωσο.

Resultado de imagen de sol  lluvia
ὕει ὁ θεός ↔ λαμπρῷ χρώμεθα τῷ οὐρανῷ

No hay comentarios:

Publicar un comentario