ἐστάλησαν οἱ ἀπόστολοι κηρύξοντες τὸ εὐαγγέλιον, καὶ ἐκήρυξαν δεινῶς.
ὅτε οἱ ἀπόστολοι ἐκήρυξαν τὸ εὐαγγέλιον ἐν ταῖς Ἀθήναις, ὀλίγοι ἐπείσθησαν.
ὁ κακοῦργος ἐκεῖνος ἐπήνεγκέ μοι βιαίαν πληγὴν τῇ βακτηρίᾳ καὶ τὸ νῶτόν μοι ἐτραυματίσθη χαλεπῶς.
ὁ κακοῦργος ἐπιφέρει ἀνθρώπῳ βιαίαν πληγὴν τῇ βακτηρίᾳ καὶ τὸ νῶτον αὐτοῦ τραυματίζει χαλεπῶς. |
εἶτα δὲ τί συνέβη;
τῶν τοξοτῶν τις τῶν φυλασσόντων τὴν πόλιν ἥρπασεν αὐτόν, καὶ εὐθὺς ἐνεβλήθη εἰς τὸ δεσμωτήριον.
ὁ τοξότης |
δίκαια ἔπαθεν.
κατὰ φύσιν τοῦτο· πάντες ὅσοι ἄνομοι καὶ βίαιοι δικαίως ἐμβληθήσονται εἰς τὸ δεσμωτήριον· οὐ γὰρ ἄνθρωποι οἱ τοιοῦτοι, ἀλλὰ συγγενεῖς τῶν τίγρεων.
τίγρις |
* * *
οἴμοι πέπληγμαι, πόθεν ἡ πληγή; ὁ γνώριμός μου ὁ Ἰωάννης Καμερὼν παίζων τὴν κορύνην ἐν τῷ πεδίῳ ἔπληξε πλαγίως τὴν σφαῖραν, ἥπερ παρετράπη (παρατρέπω) εἰς τὴν κεφαλήν σου.
ἄνθρωπός τις παίζει τὴν κορύνην ἐν τῷ πεδίῳ
|
ὦ τοῦ ταλαιπώρου!
τί χρὴ πρᾶξαι;
φέρε εἰς τὸ νοσοκομεῖον, καὶ κάλεσον τὸν ἰατρόν· ἔχει γὰρ κίνδυνον τὸ πρᾶγμα.
αὐτίκα μάλα· κληθήσεται.
No hay comentarios:
Publicar un comentario