ἐγώ, εἰ ἔγνων τὸ ἦθός σου, οὐκ ἂν ἔδωκά σοι τὸ ἀργύριον.
τίνα δὴ ἁμαρτίαν ἡμάρτηκα;
ἐσπάθησας ἀχρήστως τὰ χρήματα· εἰ γὰρ ἐτύγχανες νοῦν ἔχων, οὐκ ἂν ἀνήλωσας (< ἀναλίσκω) ἅπαντα εἰς τέρψιν (<τέρπομαι) ἐξίτηλον (< ἐξιέναι).
σπαθάω τὰ χρήματα |
μωρὸς ἂν ἦν ὀνειροπολῶν τὴν μέλλουσαν ἡδονήν, τῆς δὲ παρούοης ἁμαρτών.
ὀνειροπολεῖ |
οὕτως λέγοντα ἐλέγχουσί σε οἱ μύρμηκες καὶ αἱ μέλισσαι.
οἱ μύρμηκες καὶ αἱ μέλισσαι |
εἰ ὁ Βρούσσιος (Bruce) ἔτυχε μὴ νικήσας ἐν τῇ μάχῃ τοῦ Βαννοκβούρνουι (Bannockburn), τί ἂν συνὲβη;
ἐπικρατήσασα ἡ Ἀγγλία ἠφάνισεν (ἀφανίζω: ἀπόλλυμι) ἂν τὸν Σκῶτον ἀπὸ τῆς γῆς.
καὶ τοῦτο θεῖον (: θαυμάσιον) πάνυ ἂν ἐγένετο εὐτύχημα.
ἐνίοις μὲν οὕτως δοκεῖ, ἐνίοις δὲ οὔ.
τί ἂν συνέβη, εἰ ὁ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου οὐκ ἐνίκησε τὴν ἐν Ἀρβήλοις νίκην;
λαμπαδηφόρος δήπου τῆς Ἑλληνικῆς σοφίας ὁ μέγας Ἀλέξανδρος, καὶ προάγγελος τοῦ εὐαγγελίου.
ἀληθέστατα λέγεις.
καὶ ταῦτα μὲν περὶ τῆς ἄγαν ὑπηρετικῆς (: ὠφελίμου) ταύτης προσθήκης (τοῦτ’ἔστιν ἡ προσθηκης ‘ἂν’) εἰρήσθω (λέγω, ἐρῶ fut.). χαῖρε.
No hay comentarios:
Publicar un comentario