― οὐ τῶν τυχόντων (: τῶν ἰδιώτων, τῶν ἀγράμματων) κατέλαβέ με (: οὐκ ἐγένετο μοι) ἔχειν διδασκάλους τῆς σοφίας, τὰ νῦν δὲ δικαίως αὐτὸς σοφίζομαι.
― ἐδεξάμην τὴν βίβλον ἣν σὺ ἐδέξω παρὰ τοῦ ἀνεψιοῦ (ἀνεψιός: ὁ υἱὸς τοῦ ἀδελφοῦ τοῦ πατρὸς ἢ τῆς μητρός), καὶ ἀναγνώσομαι αὐτὴν πάσῃ σπουδῇ.
― οὗτος ὁ νεανίας τρέχει δεινῶς· βλάψεται.
οὗτος ὁ νεανίας τρέχει δεινῶς |
― οὗτος ὁ νεανίας ταλαιπώρως κυπτάζει εἰς τὰς βίβλους· τρίψεται ὑπερτρυφῶν ἐν τῇ ἀναγνώσει.
― μὴ χαλέπαινε· βαθμηδὸν ἀκμάζει πάντα. τὰ μικρότατα σπέρματα, ἀρξάμενα ἀπὸ τοῦ ἠρινοῦ (= ἐαρινός) χρόνου, πρὸ τῆς ὀπώρας γενήσεται φυτὰ μεγάλα.
― οὑτοσὶ πλήρεσιν ἀνάγεται τοῖς ἱστίοις, ἡμεῖς δὲ οὐχ ἡττησόμεθα.
βαθμηδὸν ἀκμάζει τὸ ῥόδον |
ὁ νεανίας κυπτάζει εἰς τὰς βίβλους |
ἡ ναῦς πλήρεσιν ἀνάγεται τοῖς ἱστίοις
|
― σήμερον λαμπρῷ χρώμεθα τῷ οὐρανῷ.
― αὔριον δὲ ὕσει ὁ θεός.
― ὤ τάλας ἐγώ· οὐδὲν διαγίγνεται μένον ἐν τῷ οὐρανῷ τῷ κατὰ τὴν Καληδονίαν (Scotland)*.
― ἀληθῆ λέγεις· μόνον τὸ τῶν Καληδονίων* ἦθος σεμνύνεται ἐπὶ τῷ ἄγαν σταθερῷ (< στῆναι; v.gr. ἡ σταθερή sc. γῆ) καὶ ἀμεταβόλῳ· κρατερὸν τὸ Καληδόνιον ἦθος ὡς ὁ γρανιτόλιθος, ὁ ἐν Ἀβερδονίᾳ* (Aberdeen).
― χάριν οἶδα τῷ Θεῷ· αὐτὸς ἀλαζονεύομαι (< ἀλαζών) τῆσδε τῆς ἐπιμόνου κράσεως (κρᾶσις ἡ) οὐ σπανίως (οὐ σπανίως : πολλάκις ) μεταλαμβάνεσθαι (: μετέχειν).
― δικαίως γε· ἐγγυᾶται τὴν κατόρθωσιν ἡ ἐπιμονή. ἔρρωσο.
ὕει ὁ θεός ↔ λαμπρῷ χρώμεθα τῷ οὐρανῷ |