ὁ φίλος μου συνεβούλευσὲ μοι πηδᾷν εἰς τὸ ὕδωρ,
ὅπως κυνὸς δίκην (: ὡς κύων) μάθοιμι τὸ νήχεσθαι·
ἐγὼ δὲ οὐκ ἐς τοσοῦτο ἥκω μωρίας.
εὖ λέγεις· ὁμολογῶ σοι τερπνότερον μὲν εἶναι τὸ ὀρχεῖσθαι, χρησιμώτερον δέ ποτε τὸ νήχεσθαι ἔν γε τῇ ναυαγίᾳ.
ἡ ναυαγία
|
τῶν γνωρίμων τῶν ἐμῶν τις εἶπε ὅτι ἀσκοί (=μελετάω: ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι) τὸ νήχεσθαι,
ἵνα διαφεῦγοι τοὺς κινδύνους τῆς θαλάσσης.
σοφὸς ἐκεῖνος.
ἀσπῖς τῶν σοφῶν ἡ πρόνοια.
ἀκούσας ᾄδοντος τοῦ ἀλεκτρυόνος εὐθὺς ἀπέσεισα (< ἀποσείω) τὸν ὕπνον
καὶ ἀπέδραμον ὡς τάχιστα ἵνα μὴ ὑστεροῖμι (↔ προτερέω) τῶν ἀγώνων.
ὁ ἀλεκτρυών ᾄδει
|
ἐγὼ δὲ ἄνευ τῆς χλαίνης ἀπέδραμον ἴνα μὴ τοῦ λαμπροῦ θεάματος ἀστοχοῖμι (: ἁμαρτάνω).
ἐκεῖ δὲ τί εἶδες;
θύλακον μέγαν εἶδον ὑδρογόνῳ οἰδοῦντα ἀέρι.
μέγας θύλακος οἰδεῖ ὑδρογόνῳ ἀέρι. |
καὶ ἄνδρα ἔντοσθεν ἀεροβατοῦντα
ἵνα γε προσχάνοι αὐτῷ πολὺς ὄχλος (: μέγα πλῆθος)
προσχάσκουσιν οἱ ἄνθρωποι |
μωρὸς μωρὸν θαυμάζει.
καταβαίνοντα αὐτὸν σφοδρότερος αἰφνιδίως ἁρπάσας ἄνεμος
παρήνεγκε εἰς τὸ κωδωνοστάσιον τοῦ μεγάλου ἱεροῦ τῶν ἔπισκοπικῶν,
τὸ κωδωνοστάσιον |
ὦ τοῦ δειλαίου.
ὦ τοῦ ἄφρονος· δίκαια ἔπαθεν·
ἀεροβατεῖν δεῖ τὰς ὄρνιθας τὸν αἰθέρα, οὐ τοὺς ἀνθρώπους.