ἔτυπτον ἐγὼ τὸ παιδάριον (: ὁ μικρὸς παῖς), ὅτε εἰσελθὼν ὁ ἀστυνόμος ἥρπασέ με εἰς τὸ δεσμωτήριον.
ὁ ἀστυνόμος - τὸ δεσμωτήριον |
γέγραφα ἐπιστολὴν πρὸς τὸν πατέρα σου λέγων παῖδά σε εἶναι κόσμιον τοὺς τρόπους.
- ἐτύγχανον ὕπτιος κείμενος ἐν τῇ κοίτη ὅτε μέγας τις μῦς ὑπερπηδήσας τὰ στρώματα δεινόν μοι ἐνεποίησε φόβον.
ὕπτιος ↔ πρηνής |
μέγας τις μυς ἐπὶ τοῖς τῆς κοίτης στρώμασι
|
- δικαίως γε.
- τὰ νῦν δὲ ποῦστι τὸ ἀναιδὲς (< αἰδώς) θρέμμα;
- κέκαφεν (< κάπτω) αὐτὸ τὸ κυνάριόν (: ὁ μικρὸς κύων) μου τὸ ἐκ τῆς Ὀρεινῆς
τὸ κυνάριον κάπτει τὰς σφαῖρας
|
- ποῦστι τὸ μελανοδοχεῖόν μου;
- εὕρηκα, εὕρηκα, ἐν τῷ λουτρῶνι (λουτρών· ὁ τόπος ἐν ᾧ λουόμεθα).
- παράδοξον τοῦτο· οὐκ ἔγραφον ἔγωγε ἐν τῷ λουτρῶνι.
οὐχ ὁρῶ τὸν κάλαμον.
τὸ μελανοδοχεῖον καὶ ὁ κάλαμος
|
- ἰδοῦ· εὗρον ἐν τῷ δειπνητηρίῳ (δειπνητήριον· ὁ τόπος ἐν ᾧ δειπνῶμεν).
- ἔπαιζεν ὁ αἴλουρος τῷ καλάμῳ σου καὶ τῷ πετάσῳ, καῖ τῇ χλαμύδι, καὶ ταῖς κρηπῖσι, καὶ δεινόν τινα ἐποίει θόρυβον.
ὁ αἴλουρος ἐνδύει τὸν πέτασον καὶ τὴν χλαμύδα
καὶ τὰς κρηπῖδας
|
- οὐδαμῶς· αὐτὸς σὺ αἴτιος, ὃς δὴ ἔλιπες τὸ οἴκημα ἐν πάσῃ ἀκοσμίᾳ, ὁ δὲ αἴλουρος πεπλήρωκε τὸ ἔργον σου.
- δίκαια λὲγεις.
- καὶ ἐγὼ μεγάλην ὤφληκα (< ὀφλισκάνω) μωρίαν.
- μετανοῶ ἐπὶ τῷ πράγματι.
- ἔρρωσο.