Morice: Easy Greek Stories. 184. The Water of Inmortality | La bebida de la inmortalidad (3/3)

  ὁ μὲν οὖν βουλευτὴς τοσαῦτα εἶπεν, ἀρεσθεὶς (< ἀρέσκω) δὲ ἄρα τούτοις [δηλονότι· λόγοις] ὁ  βασιλεὺς, καὶ τὸν ἀγύρτην προς-καλεσά-μενος, ἐ-κέλευσεν αὐτὸν δρᾶν (· ποιεῖν) οἷα ἐκεῖνος εἴρηκεν*. 

(*τοῦτ’ἔστιν· πρῶτον μὲν τοῦ τῆς ἀθανασίας  πώματος τὸ λοιπὸν κατα-πιεῖν, ἔπειτα δὲ καὶ τὸ κώνειον.) 

ὁ δὲ οὐκ ἐ-τόλμα, ἀλλὰ τὸν δήμιον (ὁ δήμιος: ὁ κολάζων τοὺς παρανόμους, σφαγεύς) ἰδὼν (< ὁράω) τρίβοντα* ἤδη τὸ κώνειον,  ἤλλαξέ (< ἀλλάττω· μεταβαίνω) τε τὸ χρῶμα, καὶ περί-φοβος γενόμενος προς-έ-πεσε (< πίπτω) πρὸς τὰ τοῦ βασιλέως γόνατα τὴν ὀργὴν παρ-αιτούμενος (τὴν ὀργὴν παραιτοῦμαι· λυταῖς  ἀπαλλάττω, ἀμύνω τὴν ὀργὴν). 


ὁ δήμιος τρίβει τὸ κώνειον


«ὁμολογῶ γὰρ, » ἔ-φη, «ὦ βασιλεῦ, ὅτι ἐ-ψευσάμην λέγων τὸ πῶμα ἔχειν δύναμιν τοιαύτην. οὐ μέντοι κακὸν οὐδὲν φάρμακον ἐν αὐτῷ ἐστιν, οὐδὲ ἄλλο οὐδὲν πλὴν ὕδωρ καί τι καὶ οἴνου (cfr. Lat. aliquid vini)». 

τοσαῦτα οὖν ἀκούσας ὁ βασιλεὺς ἀπ-έ-λυσε μὲν τὸν βουλευτὴν, τὸν δὲ ἀγύρτην δήσας (< δέω) ἐ-κόλασεν.


Morice, Easy Greek Stories. 183. The Water of Inmortality | La bebida de la inmortalidad (2/3)

     ἐ-χαλεπάνθη (χαλεπαίνω· χαλεπῶς φέρω, ἀγανακτέω) οὖν εἰκότως (Lat. ut par est) ὁ βασιλεὺς, καὶ τοὺς δορυφόρους* ἐ-κέλευσε δῆσαι (< δέω· ἅπτω)* τὸν βουλευτὴν ἵνα θανατωθείη.

Image result for romano prisionero
ὁ δορυφόρος ἔδησε τὸν αἴτιον. 

     ὀ δὲ ἔ-φη, 
«ὦ βασιλεῦ, 
εἰ μὲν ἀληθῆ οὗτος λέγει, οὐ δυνήσει ἐμὲ ἀπο-κτείνειν, 
     ἐπεὶ γέ-γευμαι ἤδη τοῦ πώματος· 
εἰ δὲ μὴ, ὠφέλιμόν σοι τοῦτο πε-ποίηκα (· τοῦτο ὠφέλιμόν σοι ἔσται), 
     διὰ γὰρ τὴν ἐμὴν τελευτὴν (· θάνατον) ἐλεγχ-θής-εταί (ἐλέγχω· ἀποδείκνυμι αὐτὸν αἴτιον εἶναι, καταγιγνώσκω αὐτὸν. Lat. arguo) σοι οὗτος ὡς βούλεταί σε φενακίζειν (· ἀπατεῖν, χλευάζειν). 

     εἰ δὲ βούλει ταῦτα ἀκριβῶς ἐξετάζειν (· καταμανθάνειν), 
          δεῖ σε 
               πρῶτον μὲν κελεύειν τὸν ἄνθρωπον τοῦδε τοῦ πώματος τὸ λοιπὸν κατα-πιεῖν, 
               ἔπειτα δὲ κώνειον (φάρμακον θανάσιμον: Lat. cicuta) αὐτῷ δοῦναι εἰς ἀπό-πειραν. 

εἰ γὰρ ἀληθῆ δὴ εἴρηκε (< λέγω· Lat. dixit), κακὸν οὐδὲν πείσεται (< πάσχω) ταῦτα δρῶν (δράω· ποιέω). 

εἰ δὲ αὖ ψεύδεται, δίκαιός ἐστιν οὕτω κολάζεσθαι.