Morice, Easy Greek Stories: 107. Le dieron gato por liebre... (4/5)

     δι-ε-νοεῖτο οὖν ὁ οἰκέτης οἴκαδε (·εἰς τὴν οἰκίαν) πάλιν ἀπ-ιέναι.

     ἀνα-παυσάμενος δὲ αὖθις ἐν τῷ πανδοκείῳ, ἐκείνοις τοῖς ἀστείοις αὖθις ἐπ-έ-τυχε, καὶ τὸ πρᾶγμα δι-ηγήσατο. οἱ δὲ ἀκούσαντες ἔ-φασκον, ὡς «φιλεῖ (· εἴωθα, Lat. solet) τὰ τοιαῦτα γίγνεσθαι ἐν τῇ πόλει· ὁ γὰρ ἐκεῖ ἀὴρ δύναμίν τινα ἔχει τοιάνδε, ὥστε λαγώς ἀεὶ εἰς αἰλούρους μετα-πλάσσειν.»

     δια-λεγόμενοι δὲ περὶ τούτων, λάθρᾳ αὖθις τὴν κίστην ἀπο-φέρουσι, καὶ, ἐξ-ελόντες (αἱρέω, εἶλον Ao II: λαμβάνομαι) τὴν αἴλουρον, τὸν λαγὼν πάλιν ἐν-τιθέασιν. ὁ δὲ οἰκέτης οὐδὲ τούτων οὐδὲν ἐ-νόησεν (νοέω· αἰσθάνομαι).

Resultado de imagen de gato por liebre
     ἀπ-ῆλθεν οὖν ἐκ τοῦ πανδοκείου, λαγὼν μὲν ἐν τῇ κίστῃ φέρων, οἰόμενος δὲ αὐτὸν αἴλουρον εἶναι. καὶ ἀσπασάμενος (ἀσπάζομαι· Lat. saluto) τοὺς ξένους οἴκαδε ἀπ-ῄει (εἶμι).

Morice, Easy Greek Stories: 106. Le dieron gato por liebre... (3/5)

     προς-ελθὼν οὖν ὁ οἰκέτης πρὸς τὴν τοῦ Καλλικλέους οἰκίαν ἔ-λεξε (· εἶπε) τοιάδε· «ὦ κύριε, ἥκω (· βέβηκα < βαίνω) σοι δῶρον φέρων παρᾶ του ἐμοῦ δεσπότου Διοτίμου· τὸ δὲ δῶρόν ἐστι λαγώς.»

     τοσαῦτα δε εἰρηκὼς (·εἰπὼν) ἀν-έ-ῳξε (ἀνοίγω) τὴν κίστην, ἡ δὲ αἴλουρος ἐξ αὐτῆς ἐξ-ε-πήδησεν. ἰδὼν δὲ τὴν αἴλουρον ὁ μὲν οἰκέτης ἐς ἀπορίαν πολλὴν ἔ-πεσε (ἐς ἀπορίαν πίπτω· ἀπορέω, ὀκνέω), 

Resultado de imagen de gato por liebre

     γελάσας δὲ ὁ Καλλικλῆς, «ὦ ἄνθρωπε,» ἔ-φη, «δοκεῖς μοι ἢ μωρός (· φαῦλος, ἁπλοῦς) τις εἶναι ἢ πανοῦργος (· μιαρός). οὔτε γὰρ ἐκεῖνο τὸ ζῷον λαγώς ἐστιν, οὔτε ἔ-τεμψέ σε ὁ Διότιμος φέροντά μοι τὸ τοιοῦτον δῶρον, οὐ γὰρ ὧδε μαίνεται.»

     ἐ-κέλευσεν οὖν τὸν ἄνθρωπον, ἀνα-λαβόντα τὴν αἴλουρον, ἀπ-ιέναι (ἄπειμι· ἀπέρχομαι) εὐθὺς ἐκ τῆς οἰκίας.

Morice, Easy Greek Stories: 105. Le dieron gato por liebre... (2/5)

     ἔ-τυχον δὲ πίνοντες τότε ἐν τῷ πανδοκείῳ ἀστεῖοί (ἀστεῖος < ἄστυ ↔ ἄγροικος < ἀγρός) τινες ἄνθρωποι. καὶ αἰσθόμενοι τὸν οἰκέτην (οἰκέτης· οἱ ἐν οἰκία δοῦλοι) ἄγροικόν τινα ὄντα καὶ εὐήθη (εὖ - ἦθος· ἁπλοῦς), δι-ε-νοοῦντο παίζειν τι πρὸς αὐτόν.

     προς-ελθόντες οὖν τινὲς τούτων πρὸς τὸν ἄνθρωπον, ἔ-πινόν τε μετ᾽αὐτοῦ, καὶ ἐς λόγους αὐτῷ ἀφ-ίκοντο (ἀφικνέομαι τινὶ ἐς λόγους: ὁμιλέω τινὶ, διαλέγομαί τινί).

     ἄλλοι δέ τινες ἐν τῷ μεταξὺ (· ἐν τούτῳ), τῆν κίστην λάθρᾳ ἀνοίξαντες, τὸν μὲν λαγὸν ἐξ-αιροῦσιν, αἴλουρον δέ τινα ἐν-θέντες εἰς αὐτὴν, τὰ σήμαντρα αὖθις προς-άπτουσιν (· τὸ θυρίδιον [< θύρα] κλείουσιν). ὁ δὲ οἰκέτης οὐκ αἰσθόμενος οἷα ἐκεῖνοι ποιοῦσιν, ἔ-πινε τε ἡσυχῆ, καὶ τοῖς ξένοις δι-ε-λέγετο.

Resultado de imagen de gato por liebre


     ἐπειδὴ δὲ ἔ-δοξεν ἑαυτῷ ἅλις (cfr. Lat. satis) τούτων ἔχειν, ἀν-έ-λαβεν αὖθις τὴν κίστην, καὶ, ἀπ-ελθὼν ἐκεῖθεν, ἀφ-ίκετο εἰς τὴν πόλιν.