... τοσαῦτα δὲ ἐκείνου εἰρηκότος (· ἐπερωτηθεὶς ἐκεῖνον περὶ πάντα), φόβος τις αἰφνιδίως (· ἐξαίφνης, εὐθύς) τὸν Σόλωνα ἔ-σχε (ἔχω), μὴ ὁ παῖς ἑαυτοῦ εἴη.
βραχύ τι (· οὐ μακρόν) οὖν σιωπήσας, ἐπ-ηρῶτα τὸν ἄνθρωπον, εἰ ὁ πατὴρ ὠνομάζετο Σόλων.
καὶ ἐκεῖνος ἀντ-εῖπεν εὐθύς, «νὴ (· οὕτως ἐστιν) τὸν Δία, ὦ ξένε, δοκεῖς μοι μάντις τις εἶναι ὡς ἀληθῶς! αὐτὸ γὰρ τόδε, ὅπερ εἴρηκας, τὸ ὄνομα ἦν· ἐγὼ δέ γε αὐτοῦ ἐπ-ε-λαθόμην (ἐπιλανθάνω· οὐ μνημονεύω)».
ὁ μὲν οὖν Σόλων πρὸς ταῦτα ἐ-δάκρυσέ τε, καὶ τὴν κεφαλὴν ἑαυτοῦ ἔ-παισε (παίω· κόπτω, πλήσσω).
γελάσας δὲ αὐτίκα (· εὐθύς) ὁ Θαλῆς, «θάρρει,» ἔ-φη, «ὦ φίλτατε· οὐ γὰρ ἀληθεῖς εἰσιν οἱ λόγοι οὗτοι.
ἀλλὰ νῦν, οἶμαι, καὶ σὺ ὁμολογήσεις λυσιτελεῖν (· συμφέρειν, χρησιμόν ἐστιν) μὴ παιδοποιεῖσθαι. δῆλοι γάρ εἰσιν οἱ ἄπαιδες πολλῶν κακῶν ἄπειροι (↔ ἔμπειροι cfr ἐμπειρία) ὄντες». (· δῆλόν... ἐστι ὅτι... εἰσίν )
|
παιδοποιεῖσθαι |
Σόλων ποτε καὶ Θαλῆς δι-ε-λέγοντο περὶ εὐδαιμονίας.
ἔ-φη οὖν ὁ Θαλῆς βέλτιον εἶναι μὴ γαμεῖν, μηδὲ παῖδας τίκτειν. βουλόμενος δὲ καὶ Σόλωνα τοῦτο πείθειν, τοιάδε ἐ-μηχανήσατο.
ἄνθρωπόν τινα παρ-ε-σκεύασε, φάσκοντα «ξένον ἑαυτὸν ὄντα ἐξ Ἀθηνῶν ἀρτίως (· νῦν) ἥκειν (ἥκω· βαίνω perf.)».
πυνθανομένου (πυνθάνομαι: αἰτέω, ἐρωτάω) δὲ τοῦ Σόλωνος περὶ τῶν ἐκεῖ, ὁ ἄνθρωπος (δε-διδαγμένος (< διδάσκω) ἃ χρὴ λέγειν), «οὐδὲν», ἔ-φη, «καινὸν, πλὴν ὅτι (lat. nihil novi nisi quod) ἐκφορὰ ἦν νεανίσκου τινός (· νεανίσκος τις ἀπέθανεν). ἦν δὲ, ὡς ἔφασαν, υἱός ἐνδόξου τινὸς πολίτου· ὁ δὲ πατὴρ αὐτοῦ οὐ παρ-ῆν, ἀλλὰ πάλαι ἀπ-ε-δήμει (· ἐν τῇ πόλει οὔκ ἦν)».
|
ἐκφορά |
«ὦ δυστυχὴς ἐκεῖνος!», ἔφη ὁ Σόλων, «τίνα δὲ ὠνόμαζον αὐτὸν;»
ὁ δὲ ἅνθρωπος, «ἤκουσα», ἔ-φη, «τό ὄνομα, ἀλλ’ οὐ μνημονεύω»...
«ἀλλ’ οὐ μόνον ταῦτα ποιῶν πειθαρχῶ ὑμῖν (· ὑπακούω ὑμῶν, τῶν ἀρχόντων), ἀλλὰ καὶ ἡδονῆς αὐτῇ καὶ λύπης κοινωνῶ.
ὅταν γὰρ, βάλλων τὰς μαχαίρας, τυγχάνω αὐτῆς, ἡ μὲν λυπεῖται, ἐγὼ δὲ ἥδομαι. ὅταν δὲ αὖ ἀπο-τυγχάνω (↔ τυγχάνω), ἥδεται μὲν ἐκείνη, ἐγὼ δὲ λυποῦμαι. ὥστε, ταῦτα ποιοῦντες, θαυμασίως ὡς ἡδονῆς τε καὶ λύπης κοινωνοί ἔσμεν.
|
τυγχάνω |
ἀξιῶ οὖν ἐπὶ τούτοις ὑφ’ ὑμῶν μὴ κολάζεσθαι (κολάζω· ζημιόω, τιμωρέω), ἐπ-αινεῖσθαι (ἐπαινέω· ἐγκωμιάζω) δὲ μᾶλλον, ὡς δίκαιος ἀνὴρ ὢν, καὶ τοὺς νόμους δια-φυλάσσων».
ἀκούσαντες δὲ ταῦτα οἱ ἔφοροι οὐκ ἐ-πείσθησαν· ἀλλὰ καθεῖρξαν (< κατείργω) τὸν ἄνθρωπον ἐν τῷ δεσμωτηρίῳ (ἤγαγον εἰς τὸ δεσμωτήριον), ἵνα, κακὰ καὶ αὐτὸς πάσχων, τὸ λοιπὸν τὴν γυναῖκα μὴ ἀδικοῖ, οὕτως οὖν ἐκεῖνος ἐ-κολάσθη.