Κοίρανος ὁ Μιλήσιος ἁλιέας τινὰς εἶδέ ποτε, δελφῖνα τῷ δικτύῳ λαβόντας, καὶ μέλλοντας αὐτὸν κατα-κόψειν (< κόπτω).
προς-ελθῶν οὖν τούτοις ἀργῦριον ἐ-δίδου, καὶ πριάμενος τὸν δελφῖνα ἀφ-ῆκεν (· βάλλω) αὐτὸν πάλιν εἰς τὴν θάλασσαν.
μετὰ δὲ ταῦτα πλοῦν ποιούμενος ὁ Κοίρανος ναυαγίᾳ (< ναυαγέω· καταδύω) ἐ-χρήσατο, καὶ οἱ μὲν ἄλλοι πάντες ἀπ-ε-πνίγησαν (πνίγω· πνίγονται τῇ θαλάττη οἱ καταδύντες)· τὸν δὲ Κοίρανον δελφὶς ἀπροσδοκήτως (· ἐξαίφνης) παραγενόμενος ἔ-σωσε.
γηράσας δὲ ὕστερον ὁ ἅνθρωπος ἐν τῇ ἑαυτοῦ πατρίδι ἐ-τελεύτησεν. ἡ δὲ ἐκφορὰ (< ἐκφέρω εἰς θάπτειν) αὐτοῦ ἐν αὐτῷ τῷ αἰγιαλῷ κατὰ τύχην ἐ-γένετο.
ἐ-φάνη οὖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλῆθος πολὺ δελφίνων ἐν τῷ λιμένι, συνακολουθούντων τοῖς τὸν νεκρὸν ἐκ-φέρουσιν, ὡσεὶ συν-εκ-φερόντων αὐτὸν, καὶ συγ-κλαιόντων (κλαίω· δαρκύω).
Ὁ Χρύσης, ἱερεὺς τοῦ Ἀπόλλωνος, προσέρχεται τῷ τῶν Ἀχαιῶν στρατοπέδῳ καὶ ἱκετεύει τοὺς βασιλέας λύειν τὴν θυγατέρα καὶ φέρει δῶρα τοῖς βασιλεῦσιν.
Οἱ μὲν ἄλλοι Ἀχαιοὶ κελεύουσι δέχεσθαί τε τὰ δῶρα καὶ λύειν τὴν παρθένον, ὁ δ’ Ἀγαμέμνων ὑβρίζει τὸν γέροντα καὶ φοβεραῖς ἀπειλαῖς (lat. minae, ἀπειλή· ὅ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν) ἀπελαύνει τοῦ στρατοπέδου.
Ὁ δὲ ἱερεὺς φόβῳ μὲν πείθεται τῷ βασιλεῖ καὶ ἀπέρχεται , ἔπειτα δὲ εὔχεται τὸν θεὸν κολάζειν τοὺς Ἀχαιούς. Ὁ δὲ Ἀπόλλων ἀκούει τοῦ ἱερέως τῆς εὐχῆς καὶ λοιμὸν (lat. pestis) πέμπει τοῖς Ἕλλησι.
Λέγει γὰρ Ὅμηρος τὸν θεὸν καταβαίνειν τοῦ Ὀλύμπου καὶ καθίζεσθαι ἐγγὺς τῶν νεῶν καὶ βάλλειν τοῖς τόξοις πρῶτον μὲν τοὺς ὀρέας (ὀρεύς· ἡμίονος) καὶ τοὺς κύνας, ἔπειτα δὲ καὶ τοὺς στρατιώτας καὶ ἐν τῷ στρατοπέδῳ τὰς πυρὰς καίεσθαι συχνάς (συχνός· πολύς).