Ὅτε Ἀλέξανδρος* τὴν Δαρείου* σκηνὴν εἷλε (< αἱρέω· καταλαμβάνω), πάμπολλα λάφυρα (· ὁ λαμϐάνει τις τοῖς πολεμίοις, lat. spolia) ἔλαβεν· ἦσαν γὰρ ἐν αὐτῇ θώρακες, οἱ μὲν λινοῖ, οἱ δὲ σιδηροῖ, πολλῷ χαλκῷ κόσμῳ κεκοσμημένοι, καὶ κράνη χαλκᾶ καὶ χιτῶνες φοινικοῖ. Πολλοῖς δὲ ξίφεσι χαλκοῖς ἐπέτυχεν, ἅ χρυσοῖς καὶ ἀργυροῖς ἥλοις ἐκεκόσμητο. ῎Ετι δὲ κνημῖδες λιναῖ καὶ χαλκαῖ εὑρέθησαν, καλὰ δὲ τόξα καὶ βέλη ἐνῆσαν, ἃ ἐξ ὀστῶν ἐπεποίητο.
|
τὸ κράνος |
῏Ην δ’ ἡ σκηνὴ πλήρης καὶ σκευῶν χαλκῶν ἢ κεραμῶν, ἐν οἷς νομίσματα χρυσᾶ, ἀργυρᾶ καὶ χαλκᾶ ὁ βασιλεὺς ἐφύλαττεν. ᾽Εν δὲ τοῖς χρυσοῖς κανοῖς πολλὰ ψέλια χρυσᾶ καὶ ἀργυρᾶ ἐνῆσαν, οἷς πᾶσιν ἐχρῶντο αἱ τῶν Περσῶν γυναῖκες.
|
τὸ κάνεον· τό κάναστρον |
|
τό ψέλιον |
᾽Ελήφθησαν δὲ καὶ αἱ Δαρείου γυναῖκες σύν τε τοῖς χρυσοῖς καὶ ἀργυροῖς κόσμοις, οὕς ἔφερον. Πρὸς ταύτας ᾽Αλέξανδρος λέγει· «῾Ησυχεῖτε καὶ μηδὲν φοβεῖσθε· ἐγώ τε γὰρ αὐτὸς καὶ ἅπαντες οἱ Μακεδόνες εὖνοι (εὔνοος, εὔνους· εὐμενής, ἵλεως) ὑμῖν ἔσονται· λέξατε οὖν ἐμοί, τί βούλεσθε καὶ τί ἐν νῷ ἔχετε». Αἱ δ’ ἀπεκρίναντο· « Χάριν σοι ἔχομεν, ὅτι ἐνετύχομεν πᾶσιν ὑμῖν εὔνοις· ἐν γὰρ ταῖς ἀτυχίαις οὐδὲν κρεῖττον φίλου εὔνου. Δεόμεθα δ’ ὑμῶν γενέσθαι εὔνους καὶ τοῖς αἰχμαλώτοις (· τοῖς ἁλισκομένοις)». Ἐκ τούτου Ἀλέξανδρος προσέταττε τοῖς στρατιώταις προσέχειν τὸν νοῦν, ἵνα μή τι κακὸν τοῖς αἰχμαλώτοις γένηται.
* ὁ μεγας Αλεξανδρος, ὁ βασιλεὺς τῆς Μακεδονίας.
* Δαρεῖος ΙΙΙ, ὁ βασιλεὺς τῶν Περσῶν.
῾Η γῆ τῆς Ἀττικῆς πάντοθεν μὲν ὑπὸ θαλάττης περιβάλλεται, ἀπὸ βορρᾶ (βορρᾶς, βορέας: ἄρκτος Ν ↔ νότος: μεσημβρία S) δὲ μετὰ τῆς Βοιωτίας συνέχεται.
Ἀεὶ μὲν τῆς Ἀττικῆς γῆς τὸ κλῖμα εὐκραές (εὐκραής · εὔκρατος, lat. temperatus) ἐστι, μάλιστα δ’ ὁπότε βορρᾶς (βορέας ὁ ἀπὸ τοῦ ἄρκτου πνέων ἄνεμος) πνεῖ. Πολλοὶ τῶν κατοίκων τῆς Ἀττικῆς γεωργοί εἰσι καὶ τὴν γῆν γεωργοῦσιν. Οἰκοῦσι δ’ ἐν κώμαις καλαῖς καὶ ἄφθονα (ἄφθονος· πολύς) τὰ ἐπιτήδεια ἐχούσαις, χρῶνται (< χράομαι) δὲ κόσμῳ τῶν οἰκιῶν ταῖς ἀλωπεκαῖς (· δοραῖς ἀλωπεκείαις < ἀλώπηξ).
῎Εχει δ’ ἡ Ἀττικὴ καὶ δένδρα ἄφθονα, μάλιστα δ’ ἐλαίας, ἀμυγδαλᾶς καὶ συκᾶς, αἵ ἀφθόνους καρποὺς παρέχουσι. Καὶ πάλαι δ’ ἡ γῆ τῆς Ἀττικῆς πλείστας προσόδους (lat. reditus) παρεῖχε· σπειρομένη γὰρ, ἔφερε καρπούς, ὀρυσσομένη (ὀρύσσω· σκάπτω) δὲ λίθον. Ηὐδοκίμουν (εὐδοκιμῶ· ἐπαίνου τυγχάνω, ἐπαινοῦμαι) δ’ ἐν τῇ γῇ καὶ ἐλαῖαι καὶ ἀμυγδαλαῖ καὶ συκαῖ. ᾽Εκ δὲ τοῦ λίθου κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοί, εὐπρεπέστατα (ἡ εὐπρέπεια· τὸ κάλλος, ἡ εὐσχημοσύνη) δ’ ἀγάλματα τοῖς θεοῖς ἐγίγνοντο. ῾Ιερὸν δὲ μέγιστον τῇ ᾽Αθηνᾷ ἵδρυτο (ἵδρυμαι· κτίζω), ὁ ἐπὶ τῆς Ἀκροπόλεως ναὸς τῆς ᾽Αθηνᾶς, ὁ καλούμενος Παρθενών.
Ὁμοίως δ’ ἐκ τοῦ αὐτοῦ λίθου καὶ τοῦ ῾Ερμοῦ εἰκόνες ἐγίγνοντο, ῾Ερμαῖ καλούμεναι· τὸν γὰρ ῾Ερμῆν πολὺ ἐτίμων οἱ Ἀθηναῖοι. Ἵδρυον δὲ τοὺς ῾Ερμᾶς πολλαχοῦ τῆς Ἀττικῆς γῆς καὶ ποικίλας συμβουλὰς ἐν αὐτοῖς ἀνέγραφον. Καὶ στοὰ δὲ τοῦ ῾Ερμοῦ ἐν Ἀθήναις ἦν.
|
Ἕρμα
| |
|
στοά |
῏Ην περὶ πλήθουσαν ἀγορὰν (· περὶ μεσημϐρίαν, ὅτε πλῆθος ἀνθρώπων ἐν τῇ ἀγορᾷ διατρίϐει) καὶ ἔρχονται παρὰ βασιλέως πρέσβεις (πρέσβυς· πρεσβευτής), ὧν εἷς Φαλῖνος ῞Ελλην, ὅς ἐτύγχανε παρὰ Τισσαφέρνους* τιμώμενος. Οὗτος παρεκελεύετο τοῖς ῞Ελλησι παραδοῦναι τὰ ὅπλα βασιλεῖ. Πρὸς τοῦτον Κλέαρχος ἀποκρίνεται·
«῏Ω Φαλῖνε, ἐγὼ ἄσμενος (· οὐκ ἄκων) ἑώρακά (< ὁράω) σε· σύ τε γὰρ ῞Ελλην εἶ καὶ ἡμεῖς τοσοῦτοι, οὓς σὺ ὁρᾷς. Συμβούλευσον οὖν ὑμῖν ὅ,τι σοι δοκεῖ ἄριστον εἶναι καὶ ὅ τιμήν σοι οἴσει (< φέρω fut.) ἐν τῷ μέλλοντι· γιγνώσκεις γὰρ ὅτι ἀνάγκη λέγεσθαι, ἅ ἄν ἡμῖν συμβουλεύσῃς. ῾Ημεῖς, ὡς γιγνώσκεις, τὸν ἀγῶνα τοῦτον οὐκ ἀνειλόμεθα (< αἱρέω) διὰ φιλονεικίαν (φιλονεικία · ζῆλος, ἅμιλλα), ἀλλὰ διότι ἐβουλόμεθα χαρίζεσθαι Κύρῳ*, ἀνθ’ ὧν ὑπ’ αὐτοῦ εὖ ἐπάθομεν. Νῦν δ’ἐπεὶ Κῦρος τέθνηκεν, ἐν τοιούτοις πράγμασίν (πράγμα· ἀπορία) ἐσμεν, ἐν οἴοις οὐδεπώποτε γέγονε τῶν ῾Ελλήνων τις· ἠναγκάσμεθα γὰρ ἀγωνίζεσθαι τηλικοῦτον ἀγῶνα, ἡλίκος οὐδεπώποτε γέγονε τοῖς ῞Ελλησιν, ἐξ οὗ μεμνήμεθα. Κινδυνεύομεν δὲ παθεῖν, οἷα οὐδέποτε μέχρι σήμερον ἐπάθομεν. Χάριν οὖν ἕξομεν, ᾥτινι συμβουλεύσει ἡμῖν τὰ ἄριστα ».
Φαλῖνος δ’ἀκούσας εἶπεν·
«᾽Εμοὶ μὲν δοκεῖ ποιεῖν ὑμᾶς, ἃ συμφέρει. Εἰ μὲν γάρ ἐστι (· δυνατόν ἐστι) σωθῆναι ὑμᾶς ἑνὶ ᾧτινι δήποτε τρόπῳ, πειρᾶσθε σῴζεσθαι, εἰ δὲ μή, φίλοι τῷ βασιλεῖ γίγνεσθε. ῾Ηγοῦμαι μέντοι ἄκοντος (ἄκων· οὐκ ἑκών) βασιλέως οὐχ οἷόν (δυνατόν) τ’ εἶναι ὑμᾶς σωθῆναι».
Κλέαρχος δ’ ἀποκρίνεται·
«῾Οπότερον (lat. uter) μὲν ποιήσομεν, βουλευσόμεθα· νῦν δ’ ἀπάγγελλε τῷ βασιλεῖ ὅτι οὐδὲν αὐτῷ ἐπιβουλευόμεθα (ἐπιβουλεύομαι· κατασκευάζω, μηχανάομαι) ».
῞Ο,τι δὲ ποιήσοι, οὐκ ἐδήλωσε.
* Φαλῖνος· Ἕλλην, εἰς ὑπηρεσίαν τοῦ Ἀρταξέρξου (404-358 ΒC), βασιλέως τῶν Περσῶν
* Κλέαρχος· στρατηγὸς Λακεδαιμονίος ὃς συνεκεστράτευσα μετὰ τοῦ Κύρου κατὰ τοῦ Ἀρταξέρξου
* Τισσαφέρνης (+ 395 BC), σατράπης τῆς Λυδίας καὶ Καρίας
* Κῦρος ὁ νεώτερος (+ 401 BC), ἀδελφὸς τῆς βασιλέως Ἀρταξέρξου δευτέρου.
Σωκράτης αἰσθόμενός ποτε Λαμπροκλέα (Λαμπροκλης, νέος εὐγενὴς Ἀθηναῖος, φίλος καὶ μαθητὴς τοῦ Σωκράτους) χαλεπαίνοντα πρὸς τοὺς γονέας εἶπεν αὐτῷ· «Γιγνώσκεις ἆρά (lat. -ne?) γε (lat. quidem), ὦ παῖ, ὅτι τῶν ἀνθρώπων ἔνιοι ἀχάριστοι καλοῦνται; τί δὲ ποιοῦντες οὗτοι τὸ ὄνομα τοῦτο ἔχουσιν;»
« Ὅτι πολλὰ ἄλλα εὖ παθόντες (εὖ πάσχω· ευεργετοῦμαι)», ἔφη, «οὐδεμίαν χάριν ἔχουσι τοῖς εὐεργετήσασιν (εὐεργετέω < εὐεργέτης· ὁ εὖ ποιῶν τινα)».
« Ἀλλὰ σκεψώμεθα (σκέπτομαι· ἐνθυμέομαι)», ἔφη Σωκράτης, «τίνας ἄλλους ἂν ὑπὸ τίνων εὕροιμεν εὐηργετημένους ἢ παῖδας ὑπὸ γονέων; ποῖα δὲ καὶ πόσα ἐστὶ τὰ ὑπ’ αὐτῶν τοῖς υἱοῖς παρεχόμενα ἀγαθά; πηλίκους δὲ πόνους πονοῦσι χάριν αὐτῶν (· ὑπὲρ αὐτῶν); ὑπὸ ποίας δέ τινος ἀνάγκης ταῦτα πάντα πράττουσι; πότερον, ὡς εὖ παθόντες ποτὲ ὑπὸ τῶν υἱῶν ἢ ὡς μέλλοντες χάριν παρ’ αὐτῶν ἀπολήψεσθαι (ἀπολαμβάνω); τίσιν οὖν ἄλλοις ἢ τοῖς υἱοῖς προσήκει (· πρέπει) σέβεσθαι τοὺς γονέας;
᾽Εγὼ μέν, ὦ παῖ, λογίζομαι ὅτι ἀμφότεροι μὲν οἱ γονεῖς πονοῦσι δι’ ὅλης τῆς ἡμέρας, ἑκάτερος δέ, ἐὰν ἄττα (· τινά) ἐλλείπῃ (ἐλλείπω· δέω) τοὺς υἱούς, ἐπιμελεῖται, ὅπως ὡς πλεῖστα ἀγαθὰ αὐτοῖς παρασκευάσει· καὶ ὁ μὲν πατὴρ τῶν ἔξω τοῦ οἴκου ἐπιμελεῖται, ἡ δὲ μήτηρ τὰ ἐν τῷ οἴκῳ διοικεῖ· οὐδέτερος δὲ χαλεπαίνει ἐπὶ τοῖς τοιούτοις πόνοις· ἢ οὐκ ἀληθῆ ταῦτά ἐστι;»
Λαμπροκλῆς δ’ ἔφη· «Καὶ ταῦτα καὶ ἄλλα πολλαπλασίονα ποιοῦσιν οἱ γονεῖς· οὐδενὸς δ’ ἀπέχουσιν, ἵνα ἕκαστος τῶν υἱῶν πλεῖστα τὰ ἀγαθὰ ἔχῃ· γιγνώσκω δ’ ἔτι ὅτι οἱ γονεῖς καὶ τὴν ζωὴν θύουσιν ὑπὲρ τῶν τέκνων».
Καὶ ὁ Σωκράτης ἔφη· «᾽Εὰν οὖν, ὦ παῖ, σωφρονῇς, μηδὲν παύου τιμῶν τοὺς γονέας, ἵνα μὴ ἀχάριστος γένῃ. Εἰ γὰρ ὑπολάβοιέν (ὑπολαμβάνω· νομίζω) σε ἀχάριστον περὶ τοὺς γονέας εἶναι, οὐδεὶς ἂν νομίσειέ σε ἀγαθὸν πολίτην ἔσεσθαι».
Τοῦ δὲ ᾿Ιησοῦ γεννηθέντος, ἰδού, μάγοι ἀπ’ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· «Ποῦ ἐστιν ὁ γεννηθεὶς βασιλεὺς τῶν Ἴουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ».
Ἀκούσας δὲ Ἡρώδης ὁ βασιλεὺς ἐταράχθη (ταράττω· φοβέω, εἰς ταραχὴν καθίστημι) καὶ, συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ’αὐτῶν, ποῦ ὁ Χριστὸς μέλλει γεννηθῆναι.
Οἱ δὲ εἶπον· «ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου».
Τότε ὁ Ἡρώδης ἔπεμψε τοὺς μάγους εἰς Βηθλεὲμ καὶ εἶπεν· «Πορεύεσθε, καὶ ἐπειδὰν εὕρητε τὸ παιδίον, ἀπαγγέλλετέ μοι, ὅπως καὶ ἐγώ ἐλθὼν προσκυνήσω αὐτῷ».
Οἱ δὲ μάγοι ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστὴρ ὃν εἶδον ὲν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἄχρι τοῦ καταλύματος, οὗ ἦν τὸ παιδίον.
Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν σφόδρα.
Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας, τῆς μητρὸς αὐτοῦ, καὶ προσκυνήσαντες ἐδωρήσαντο (< δῶρον) αὐτῷ χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
Καὶ χρηματισθέντες (χρηματίζω· μαντεύομαι) κατ’ ὄναρ μὴ ἀνακάμψαι (ἀνακάμπτω· ἀναστρέφω) πρὸς ῾Ηρώδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χῶραν αὐτῶν.