J. S. Blackie, Greek Primer Colloquial and Constructive, 1871. Lección III


γράφομεν καλάμῳ, ὁρῶμεν τοῖς ὀφθαλμοῖς.
τὴν ἐπιστολὴν ἥν σοι γράφω δὸς τοῖς ἀδελφοῖς. 

- πόσους ἔχεις ἀδελφούς ;
- ἕξ, ἀδελφὰς δὲ ἑπτά.
- δεινὰ ταῦτα.

- πόσα ἔχεις ῥόδα ἐν τῷ πετάσῳ ;
- δώδεκα, λείρια δὲ ἕξ.

- πόσους ἔχει ἵππους ὁ ἀδελφός ;
- τρεῖς.

- ὁρᾷς τοὺς κύκνους καὶ τοὺς γεράνους ἐν τῇ λίμνῃ ;
- ὁρῶ, δεινὸν τὸ πλῆθος
   καὶ δὴ καὶ τρεῖς μόσχους κομψοὺς ἐν τῷ ἅγρῷ.
    ἔτι δὲ ἱππάριον, κόσμιον, βαλιόν. 
ὁρῶ ἱππάριον, κόσμιον, βαλιόν


 - τί γελᾷς ;
- ἐκεῖνο τὸ παιδίον ἱππαζόμενον ἐπὶ τοῦ ἱππαρίου

   καὶ δὴ καὶ τρέχει ὀπίσω ἡ παιδίσκη ἡ κομψή.
- τερπνὸν τὸ θέαμα.
   

ὁ θαυμαστὸς οὑτοσὶ δύο ὁρᾷ ἡλίους ἐν τῷ οὐρανῷ, ἡμεῖς δὲ ἕνα μόνον ὁρῶμεν.

μῑσοῦμεν τὴν φωνὴν τοῦ μωροῦ, τοῦ δὲ σοφοῦ φωνὴν φιλοῦμεν.

οἱ ἀστρονόμοι πολλὰ ὁρῶσι τοῖς τηλεσκοπείοις ἃ ἡμεῖς οὐχ ὁρῶμεν.

πολλὰ μὲν ἔχει δένδρα ἡ ὕλη, λόγους δὲ πολλοὺς ἡ τῶν μωρῶν γλῶσσα.

- πολλὰς κόπτομεν ἀκάνθας ἐν τοῖς ἀγροῖς καὶ οὐκ ὀλίγας, ὡς ἐλπίζω, ἀκαλήφας.
- δικαίως ἔγωγε, πάντες γὰρ μισοῦσιν τὰς ἀκαλήφας τὰς κακάς. 

- τί πράττετε ;
- γράφομεν ἐπιστολάς.
- ἐπιστολὰς λέγεις ;
- καὶ μάλα γε (= ναί
), πρὸς τὴν βασίλισσαν.
- θαυμαστὰ λέγεις.

- ἀγαθὴ ἡ βασίλισσα, καὶ πρὸς τὰς εὐχὰς οὐ κωφὴ τὰς τῶν πιστῶν πολιτῶν.
- δίκαια λέγεις.

No hay comentarios:

Publicar un comentario