lunes, 11 de septiembre de 2017

Zouke, Anagnostikon: 45. ῾Ηρακλῆς ἔφηβος


     ῾Ηρακλῆς ἔφηβος γενόμενος ἐν ἀπορίᾳ ἦν, ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράποιτο (<τρέπομαι· ἀκολουθέω), τὴν δι’ ἀρετῆς ἢ τὴν διὰ κακίας. ᾽Εγένετο οὖν ἔξω τῆς πόλεως καὶ ἐνταῦθα τῷ Διὶ ηὔχετο λέγων· «Ζεῦ πάτερ, γενοῦ μοι βοηθός, ἵνα τὴν ἀρίστην τράπωμαι καὶ ὠφέλιμος τοῖς ἀνθρώποις γένωμαι».

CarracciHercules.jpg
Scelta di Ercole, Annibale Carracci, 1596

     Αἴφνης ἐπιφαίνεται γυνὴ τὰ μάλιστα κεκαλλωπισμένη (< καλλ-ωπίζω). Αὕτη προσγενομένη (προσγίγνομαι· προσεγγίζω) τῷ ῾Ηρακλεῖ λέγει· « ᾽Επυθόμην (< πυνθάνομαι), ὦ ῾Ηράκλεις, ὅτι ἐν ἀπορίᾳ εἶ, ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπῃ. ᾽Εὰν ἕλῃ (< αἱρέω) ἐμὲ καὶ ἐπίσπῃ (< ἐφ-έπω· ἀκολουθέω) μοι, ἄξω σε την ἡδίστην (< ἡδύς) καὶ ῥᾴστην (< ῥᾴδιος ↔ χαλεπός) ὁδόν· πάντα δὲ τἀγαθὰ ἕξεις ἀπονώτατα (< ἄ-πονος). Οὐδεὶς δὲ φόβος, μὴ γένηταί ποτε ἀπορία τούτων· παρέχω γὰρ τοῖς συνοῦσιν (< σύνειμι) ἐμοὶ τὴν ἐξουσίαν εὑρίσκεσθαι τὰ ἀγαθὰ πανταχόθεν καὶ διὰ κλοπῆς (κλοπή: lat. furtum) ».

     ᾽Εν τούτῳ ἐπιφαίνεται μακρόθεν δευτέρα γυνή. Αὕτη ἀφικομένη πλησίον (· πλησιάζω · προσεγγίζω) τῷ ῾Ηρακλεῖ λέγει· «᾽Εγώ, ὦ Ἡράκλεις ἥκω πρός σε οὐκ ἄπειρος οὖσα τῶν γονέων καὶ γιγνώσκουσα τὴν ἀγαθὴν φύσιν καὶ παιδείαν ἐκ παιδός. ᾽Ελπίζω δέ, εἰ τράποιο τὴν πρὸς ἐμὲ ὁδόν, γενέσθαι ἄν σε ἀγαθὸν ἐργάτην τῶν σεμνῶν καὶ τῶν καλῶν. ᾽Επιλαθοῦ (< ἐπιλανθάνω) τῶν ἡδέων ταύτης λόγων καὶ ἑλοῦ ἐμέ, ἵνα ἀγαθὸς ἀνὴρ γένη ». ῾Ηρακλῆς δ᾽ ἤρετο (< ἔρομαι· ἐρωτάω), πῶς ταύτας ὀνομάζουσι. Πυθόμενος δ’ ὅτι ἡ μὲν πρώτη Κακία, ἡ δὲ δευτέρα Ἀρετὴ ὀνομάζονται, εἵλετο τὴν Ἀρετὴν καὶ ἀνὴρ ἔν-δοξος ἐγένετο.


cfr Xen. Mem. 2, 21 ss.

No hay comentarios:

Publicar un comentario