χορεύειν ἐκεῖ καὶ βακχεύειν |
ἀφ-ικόμενος οὖν ἐς Θήβας τὰ αὐτὰ καὶ ἐκεῖ ἐ-ποίει.
ἀισθόμενος δὲ ταῦτα Πενθεὺς ὁ τῶν Θηβαίων βασιλεὺς τὸ πρᾶγμα βαρέως ἔ-φερεν (βαρέως φέρω τι · χαλεπῶς φέρω, ἀγανακτῶ).
ἐ-βούλετο οὖν καθ-εῖρξαι (κατείργω· ἀπέχω) τὸν θεὸν·
ὁ δὲ (ὁ θεὸς Διόνυσος), δια-ρ-ρήξας (<ῥήγνυμι) τοὺς δεσμοὺς*, τὰς γυναῖκας αὖθις ἐξ-ήγ-αγεν (ἐξ-άγω).
...δια-ρ-ρήξας τοὺς δεσμοὺς* |
ἀπορῶν (ἀπορέω· ἐν ἀπορίᾳ εἰμί) οὖν πρὸς ταῦτα ὁ Πενθεὺς ἦλθε καὶ αὐτὸς εἰς τὰ ὄρη κατά-σκοπος.
αἱ δὲ γυναῖκες, ἰδοῦσαι αὐτὸν καὶ μανεῖσαι, δι-έ-σπασαν αὐτὸν κατὰ μέλη*· ἐ-νόμισαν γὰρ αὐτὸν εἶναι θηρίον.
...δι-έ-σπασαν αὐτὸν κατὰ μέλη |