σκεψάμενος δὲ, «τὰ μὲν ἄλλα», ἔ-φη, «ἐν-όντα ἔτι εὑρίσκω».
ἦν δὲ ἐν τῷ βαλλαντίῳ λίθος τις, σάπφειρος* πολυτελής (↔ εὐτελής, Lat. vili praetio)· δεῖ σε οὖν ἀπο-δοῦναι καὶ ταύτην, ἔπειτα δὲ τὰς δραχμὰς λήψει (λαμβάνω) κατὰ τὸ κηρυχθέν (· κήρυγμα).
σάπφειρος πολυτελής |
τοσαῦτα οὖν ὁ μὲν ἔμπορος ἔ-λεξεν· ὁ δὲ πένης αἰσθόμενος ὅτι ἀπατᾶται (ἀπατάω· Lat. decipio, fallo), ὠργίσθη (ὀργίζομαι· ἀγανακτέω) τε και ἀντ-εῖπεν εὐθὺς, «ὦ οὗτος, τί (· διὰ τί) φλυαρεῖς (Lat. nugaris) ὧδε; σάπφειρος γὰρ οὐδεμία ἦν ἐν τῷ βαλλαντίῳ, ἀλλὰ τὰ ἐν-όντα ἐν αὐτῷ πάντα, ἤδη ἔχεις».