ὁ βασιλεὺς ᾿Αλέξανδρος ἐ-ποιεῖτό ποτε μεγάλας ἑστιάσεις (Lat. convivium) τῶν φίλων, ἐν δὲ τῷ πότῳ συν-έ-βη ἄξιον τί μνήμης γενέσθαι (inter bibendum accidit aliquid memoriā dignum).
ἦν γὰρ ἐν τοῖς ἑταίροις Μακεδών τις, ὀνόματι Κόραγος, ῥώμῃ (ῥώμη: κράτος) τε σώματος δια-φέρων (Lat. notabilis, conspicuus) καὶ πολλάκις ἐν πολλαῖς μάχαις πε-φασμένος (< φαίνω) ἄριστος. παρ-οξυνθεὶς οὖν οὗτος ὑπὸ τῆς μέθης (· καλῶς ἔιχε μέθης) πρου-καλέσατο μονομαχῆσαι Διώξιππον τὸν ᾽Αθηναῖον, ἀθλητὴν ἄνδρα, καὶ ἐν τοῖς λαμπροτάτοις ἀγῶσιν ἐ-στεφανωμένον.
|
καλῶς ἔιχε μέθης |
ἐπειδὴ δὲ ὁ Διώξιππος οὐκ ἀν-έ-νευσεν (Lat. renuit, recusauit), ἔ-ταξεν ὁ βασιλεὺς ἡμέραν τῆς μάχης.
συν-ῆλθον οὖν πολλαὶ μυριάδες ἀνθρώπων ἐπὶ τὴν θέαν, καὶ οἱ μὲν Μακεδόνες καὶ ὁ βασιλεὺς ὑπ-ῆρχον (Lat. favebant) τῷ Κοράγῳ εἰκότως (Lat. ut par erat) κατὰ τὸ ὁμό-φυλον, οἱ δὲ Ἕλληνες αὖ τῷ Διωξίππῳ.
Λύσανδρος ὁ Λακεδαιμόνιος, ἕως ἐν τῇ ἑαυτοῦ πατρίδι ἦν, τοὺς τοῦ Λυκούργου νόμους πολλῇ σπουδῇ δι-ε-φύλασσε.
μέτριαν (μέτριος· μέτριά ἐστι τὰ μέτρον ἔχοντα καὶ οὐκ ἄνευ μέτρου ὄντα) τε γὰρ τὴν δίαιταν εἶχε, καὶ ἐ-γυμνάζετο ἐν τῇ παλαίστρᾳ, τρυφῆς δε καὶ ἀκολασίας (Lat. luxus et intemperantia) πάσης ὅλως ἀπ-είχετο· ὥστε ἔ-δοξε πᾶσιν ἀγαθὸς ἀνὴρ εἶναι καὶ ἐπιμελὴς (· σπουδαῖος) περὶ τοὺς νόμους.
ἐπειδὴ μέντοι ἀφίκετο εἰς τὴν ᾿Ασίαν στρατηγῶν, οὐχ ὅμοια ἐ-ποίει· ἀλλ’ ἀπ-έ-στη (ἀφίστημι· ἀπέρχομαι) τοῦ πατρίου τρόπου, καὶ πρὸς ἡδονὰς παντοίας ἀπο-κλίνων ἐ-γένετο αὐτῶν τῶν Ἰώνων τρυφερώτερος.
ἰδοῦσα οὖν αὐτὸν πρὶν (Lat. aliquando) μὲν σπουδαῖον ἄνδρα γενόμενον, νῦν δὲ οὐκέτι, εἶπε γυνή τις, ὅτι λέων ἀφ-ικόμενος ἐκ τῆς Ἐλλάδος γέ-γονεν ἐν τῇ Ἀσιᾳ ἀλώπηξ.
τοσαῦτα μὲν οὖν ὁ Λυκοῦργος εἶπε.
μετὰ δὲ ταῦτα, στῆσας παρ’ αὐτοῖς λαγών τινα καὶ ἅμα ὄψα, μεθ-ῆκε (< μεθίημι· ἐάω ἀπελθεῖν) τοὺς σκύλακας ἀμφοτέρους ἐπὶ τὰ ἐ-σκευασμένα (· τοῦτ’ ἐστιν, ἐπὶ τὸν λαγών τε καὶ τὰ ὄψα).
εὐθὺς οὖν ὁ μὲν κατ’ οἶκον τραφεὶς ὥρμησεν (ὀρμάω· ἐπιβάλλομαι) ἐπὶ τὰ ὄψα·
ὁ δὲ ἕτερος, ἀμελήσας τούτων (ἀμελέω τούτου· ἀπολείπω τοῦτον), κατ-έ-λαβε τὸν λαγὼν, καὶ ἐ-σπάραξεν (σπαράσσω, Lat. discerpo) αὐτὸν.
δείξας δὲ καὶ ταῦτα ὁ Λυκοῦγος ἔλεξε τοιάδε.
«ὁρᾶτε μὲν, ὦ ἄνδρες Σπαρτιᾶται, τοὺς σκύλακας, οἷα ἑκάτερος ποιεῖ. δεῖ δὲ ὑμᾶς νομίζειν, ὅτι οὐ μόνον ἐν κυσίν, ἀλλὰ καὶ ἐν ἀνθρώτοις, τὸ τοιόνδε φιλεῖ (εἴωθα, Lat. solet) γίγνεσθαι.
οἱ μὲν γὰρ εἰς φιλοπονίαν πε-παιδευμένοι ἐκ-βαίνουσιν ἀνδρεῖοι. οἱ δὲ τρυφερῶς (< τρῦφαι· Lat. deliciae) ζῶντες μαλακοί τε γίγνονται καὶ ἄχρηστοι.»