βουλόμενος ὁ Λυκοῦργος προ-τρέπειν τοὺς Σπαρτιάτας πρὸς ἀρετῆς ἐπιτηδεύματα (· μελετήματα) ἐ-νουθέτησεν (νουθετέω· μέμφομαι) αὐτοὺς ὧδε.
δύο σκύλακας* λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς, ἔ-τρεφε χωρὶς ἀλλήλων (ἕτερος ἄνευ ἑτέρου) ἤθεσιν (τὸ ἦθος cfr. ethos) ἀνομοίοις.
|
δύο σκύλακες |
τὸν μὲν γὰρ κατ’ οἶκον ἔ-σωζεν, ὄψα τε διδοὺς καὶ ἄλλην τρυφὴν·
τὸν δὲ ἠνάγκαζε θηρᾶν λαγὼς ἐν τοῖς ὄρεσι.
|
λαγώς |
καὶ ἐ-γένετο ἑκάτερος ἐν χρόνῳ ὅμοιος τῇ τροφῇ· τούτους οὖν τοὺς σκύλακας ἔχων παρ-ῆλθεν ὁ Λυκοῦργος ἐς τὸ κοινόν· δείξας δὲ αὐτοὺς,
«οἵδε γε», ἔ-φη, «οἱ σκύλακες τῆς αὐτῆς μητρός εἰσιν. ἐπειδὴ δὲ ἐναντίως ἀλλήλοις τε- θραμμένοι εἰσί, διὰ ταῦτα ἀνόμοιοι ἐκ-βεβήκασιν (< ἐκβαίνω). ὁ μὲν γὰρ αὐτῶν ἀγαθός ἐστιν· ὁ δὲ πρὸς πάντα ἀχρεῖος (· ἀδύνατος).»
τε-θνηκότες ποτε ποιηταὶ δύο ἐν Ἅιδου [sc. οἴκῳ] ἐ-στασίαζον (στασιάζω· λόγοις μάχομαι)·
ἔ-φη γὰρ ἑκάτερος (Lat. uterque), ὡς κράτιστος πάντων ποιητῶν αὐτός ἐστι. τούτου οὖν τοῦ πράγματος τήν κρίσιν κοινῇ (· ἅμα) ἐπ-έ-τρεπον τῷ Διονύσῳ, ἐπεὶ ἐ-δοκεῖ ἐκεῖνος τῆς μουσικῆς ἔμπειρος (cfr. Lat. peritus) εἶναι.
ὁ μὲν οὖν ἕτερος (Lat. alter) τῶν ποιητῶν ἔ-φη, δεῖν ἑκάτερον προ-φέρειν τὰ ἑαυτοῦ ποιήματα, ἵνα ἀνα-γνοὺς αὐτὰ ὁ Διόνυσος ἔχοι (ἔχειν· δύνασθαι) εἰπεῖν, ὁπότερος (Lat. uter) κρείσσων εἴη.
ὁ δὲ ἕτερος ἀντ-εῖπεν, «ὦ μιαρὲ σὺ! οὐκ ἐξ ἴσου (δικαίως) ἀγωνιούμεθα, ἢν (· ἐὰν) ἐκεῖνά γε ποιῶμεν. τὰ γὰρ σὰ ποιήματά σοι συν-τέ-θνηκεν, ὥστε ἕξεις αὐτὰ προ-φέρειν. τὰ δὲ ἐμὰ οὐκ ἐνθάδε (· ἐν Ἅιδου) ἐστὶν, ἀλλ’ ἄνω ἐπὶ τῆς γῆς· ἔστι γὰρ ἀθάνατα.»
ἀφ-ικόμενος δὲ ἐκεῖσε (οἴκαδε),
“ὦ δέσποτα,” ἔ-φη, “θαυμάσια ἐγὼ πέ-πονθα ἐν τῇ πόλει. ὁ γὰρ λαγὼς ὅδε, ὅνπερ ἔ-πεμψας, οὐκέτι λαγώς ἐστιν, ἀλλ’ αἴλουρος”.
καὶ τὴν κίστην ἀν-οίξας, “ὦ Ζεῦ,” ἔ-φη, “τί ὁρῶ; μετα-πέ-πλασται γὰρ αὖθις, ὡς ἔοικεν, εἰς λαγών.”
θαυμάσας οὖν ὁ δεσπότης, “ὦ οὗτος”, ἔ-φη, “οὐ παύσει φλυαρῶν; (· παύου φλυαρῶν, μὴ φλυαρεῖς | φλυαρέω· Lat. nugari) δοκεῖς δέ μοι πάντων ἀνθρώπων εἶναι ἀφρονέστατος. νῦν οὖν ἄπ-ιθι (< ἄπειμι) πάλιν ὡς τάχιστα εἰς τὴν πόλιν, καὶ τόν λαγών τόνδε πρός-φερε τῷ Καλλικλεῖ, ὥσπερ σε καὶ τότε ἐ-κέλευσα.”
ὁ δε, “ὦ δέσποτα”, ἔ-φη, “μηδαμῶς ταῦτα κελεύσῃς. δέ-δοικα (φοβέομαι), γὰρ μὴ γένωμαι καὶ αὐτὸς αἴλουρος, ἐὰν ἐκεῖσε πάλιν ἐπ-αν-ίω (< ἐπ-άν-ειμι· ἐπανέρχομαι).”