Οἱ ῞Ελληνες μετὰ τὸν τῶν στρατηγῶν θάνατον χαλεπῶς ἔφερον, ὅτι ᾤοντο (< οἴομαι) ἐν κινδύνῳ ἔσεσθαι, καὶ ἄθυμοι διὰ τοῦτο ἦσαν. Ξενοφῶν* δὲ τούτους ἀθροίζει (· συγάγει) καὶ εὐξάμενος τοῖς θεοῖς πρῶτον ἔλεγεν αὐτοῖς·
«Ἄνδρες ῞Ελληνες, πρὸ ὀλίγων ἔτι ἡμερῶν ἀντιταξάμενοι τοῖς πολεμίοις διεπράξασθε (lat. conficere, domare), ὥστε καὶ τὸ ὄνομα τῶν ῾Ελλήνων φόβον τοῖς Μήδοις εἶναι. Καὶ τότε μὲν περὶ τῆς Κύρου* ἀρχῆς ἠγωνίσασθε καὶ εἰς φυγὴν τοὺς πολεμίους ἐτρέψασθε, νῦν δὲ περὶ τῆς ἰδίας σωτηρίας ἀγωνιζόμεθα. Ἀφ’ οὗ χρόνου ἐσπεισάμεθα (< σπένδεσθαι· σπονδὰς (· συμβάσεις) ποιεῖσθαί τινι) Τισσαφέρνει*, ἐνομίσαμεν εἰρήνην ἡμῖν ἔσεσθαι. Βασιλεὺς μέντοι τὰς σπονδὰς λέλυκε καὶ φυλάττεται ἡμᾶς ὡς πολεμίους. Φυλαξώμεθα οὖν καὶ ἡμεῖς τοὺς βαρβάρους καὶ μηκέτι τούτοις σπεισώμεθα (< σπένδεσθαι)· οὕτω δὲ τὸ λοιπὸν (· εἰς τὸ μέλλον) πορευσόμεθα διὰ πολεμίας τῆς χώρας, ἀλλ’ ἀσφαλεῖς ἐσόμεθα καὶ διαπραξόμεθα εἰς ῾Ελλάδα ἐλθεῖν. Εἰ δὲ καθ’ ἡμέραν πορευοίμεθα πλεῖον, ἀπαλλαξαίμεθα (< ἀπαλλάττω· ἀπολείπω) ἂν πολὺ τοῦ στρατεύματος. Εἰ δ’ ἄχθεσθε (< ἄχθομαι· λυποῦμαι, χαλεπῶς φέρω), ὅτι ἡγεμὼν ἡμῖν οὐκ ἔσται Τισσαφέρνης, σκέψασθε, εἰ συμφέρει ἡμῖν ἡγεμόνα ἔχειν τὸν ἐργασάμενον ἡμᾶς κακά. Παύσασθε οὖν πιστεύοντες τοῖς βαρβάροις καὶ ψηφίσασθε (· ψήφῳ κρίνετε) κατακαῦσαι τὰς ἁμάξας, ἵνα μὴ ἐμποδὼν ὑμῖν ὦσι. Κελεύω δὲ πρῶτον εὔξασθαι τοῖς θεοῖς εὐμενεῖς ἡμῖν εἶναι. ᾽Επιτήδεια (lat. commeatus) δέ, ὡς μανθάνω, ἐλπίζω ἡμᾶς εὑρήσεσθαι ἐν τῇ ἐγγὺς χώρᾳ».
Ἀκούσαντες οἱ στρατιῶται καὶ ψηφισάμενοι ταῦτα ἀπῆλθον ἐπὶ τὰς σκηνάς.
ἡ ψῆφος - ὁ κύαμος - τὸ ὄστρακον |
* Ξενοφῶν (c. 430–354 BC), Σωκράτους μαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην.
* Κῦρος ὁ νεώτερος (+ 401 BC), ἀδελφὸς τῆς βασιλέως Ἀρταξέρξου (404-358 ΒC).
* Τισσαφέρνης (+ 395 BC), σατράπης τῆς Λυδίας καὶ Καρίας.
* Κῦρος ὁ νεώτερος (+ 401 BC), ἀδελφὸς τῆς βασιλέως Ἀρταξέρξου (404-358 ΒC).
* Τισσαφέρνης (+ 395 BC), σατράπης τῆς Λυδίας καὶ Καρίας.