Τῶν κατοίκων τῆς ῾Ελλάδος πολλοὶ γεωργοί ἐσμεν. ᾽Εν δὲ τῷ οἴκῳ ποίμνια καὶ ζῷα τρέφομεν. Πολλάκις δ’ ὅμως μάτην τοὺς ἀγροὺς ἡμεῖς θεραπεύομεν· οἱ μὲν γὰρ κάπροι τοὺς καρποὺς διαφθείρουσιν (: ἀφανίζουσιν), οἱ δὲ λύκοι τὰ πρόβατα ἁρπάζουσι. Τότε ἐν ἀπόρῳ ἐσμὲν (: εὐρισκόμεθα εἰς στενοχωρίαν) καὶ μάταιοι οἱ πόνοι εἰσίν. Τοῦ γεωργοῦ ἔργον ἐστὶ φυτεύειν καὶ σπείρειν· ὁ δὲ θεὸς αὐξάνει τὸν σῖτον καὶ τοὺς τῶν δένδρων καρπούς· ἄνευ γὰρ ὄμβρου (= βροχῆς) καὶ ἡλίου οὐκ ἔστι (: οὐδὲν ἐστι δυνατόν) καρπὸν φέρειν ἐκ τῶν φυτῶν. Διὸ νόμος (: συνήθεια) τῶν γεωργῶν ἐστι τοῖς τῶν ἀγρῶν καρποῖς τοὺς θεοὺς θεραπεύειν. Τοῖς γεωργοῖς ὁ βίος μεστὸς πόνων ἐστί. Μάτην, ὦ γεωργοί, σπείρετε καὶ φυτεύετε, εἰ μὴ τὸν θεὸν βοηθὸν ἔχετε· οὕτω μόνον, εἰ ὁ θεὸς συνεργὸς ἐστιν, ἐστὲ μακάριοι (: εὐτυχεῖς).
Τῶν κατοίκων τῆς ῾Ελλάδος πολλοὶ γεωργοί εἰσιν. |
Añadir leyenda |