― οὐκ ἀνέχομαι οὕτω διαβαλλόμενος.
* ἀνέχω Μ. Soportar
*διαβάλλω A. Denigrar, desacreditar, acusar falazmente, calumniar
― ἀμέλει· ἀμέλει· οἶδα τὸ ἀνθρωπάριον· χαίρει ἀεὶ βλασφημῶν κατὰ τῶν κρεισσόνων. ποία τις ἦν ἡ βλασφημία;
― ἐτύγχανον ἐγὼ ἐπαινῶν τινὰ τῶν δυνατῶν, ἄνδρα πλούσιον καὶ εὔφρονα καὶ σώφρονα ἐν Μαγκειτρίῳ* (Manchester)· ὁ δὲ εὐθὺς ἤρξατο διαβάλλων ὁλοσχερῶς (↔ ἀκριβῶς) ἅπασαν τήν τε ἀριστοκρατίαν καὶ πλουτοκρατίαν τὴν ἐν τῇ πόλει.
― φαίνεται διάβολος ὤν, καὶ ὡς ἀληθῶς συγγενὴς τοῦ Κακοδαίμονος, τοῦ Διαβόλου.
― καὶ διετέλει ἐπηρεάζων (: ἀπειλῶν, ὁ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν), ὡς ἐμοῦ παρασίτου ὄντος καὶ ἀκολούθου τῆς βδελυκτῆς (βδελυκτός 3) τῶν ὀλιγαρχῶν αἱρέσεως· πρὸς δὲ τούτοις τὰ τοιαῦτα λοιδορήματα ἐποίησε τυπωθῆναι ἐν ταῖς ἐφημερίσι.
ὁ ἄνθρωπος ἀναγιγνώσκει τὴν ἐφημερίδα
|
― τοὺς τοιούτους ἀνθρώπους ἐχρῆν μαστίξαι· ὅμως, τὸ πρότερον λεχθέν ‘ἀμέλει’. δηλός ἐστι νικήσας τὴν ὀργὴν ὁ λέγων ‘ἀμέλει’.
― δυνατὰ λέγεις· ὅμως σύνοιδα ἐμαυτῷ τὴν τῶν Κυαικέρων* (Quaker) ἀπάθειαν οὐκ ἐπαγγελλόμενος.
* ἐπαγγέλλω M. Profesar, hacer profesión de + acc.
― ἀμέλει· ἀμέλει· τρῖς νικηφόρος ὁ νικήσας τὴν ὀργήν. βραχεῖα μανία ἡ ὀργή.
βραχεῖα μανία ἡ ὀργή. |
ΤΕΛΟΣ